65 ἔπει ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα ·
66 κούρην τὴν ἔτεκον , γλυκερὸν θάλος , εἴδεϊ κυδρήν ,
67 τῆς ἀδινὴν ὄπ’ ἄκουσα δι’ αἰθέρος ἀτρυγέτοιο
68 ὥστε βιαζομένης , ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν .
69 ἀλλά , σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
70 αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι ,
71 νημερτέως μοι ἔνισπε φίλον τέκος , εἴ που ὄπωπας ,
72 ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
73 οἴχεται ἠὲ θεῶν καὶ θνητῶν ἀνθρώπων . "
74 ὣς φάτο · τὴν δ’ Ὑπεριονίδης ἠμείβετο μύθῳ ·
75 " Ῥείης ἠυκόμου θύγατερ , Δήμητερ ἄνασσα ,
76 εἰδήσεις · δὴ γὰρ μέγα σ’ ἅζομαι ἠδ’ ἐλεαίρω
77 ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ · οὐδέ τις ἄλλος
78 αἴτιος ἀθανάτων , εἰ μὴ νεφεληγερέτα Ζεύς ,
79 ὅς μιν ἔδωκ’ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
80 αὐτοκασιγνήτῳ · δ’ ὑπὸ ζόφον ἠερόεντα
81 ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν .
82 ἀλλά , θεά , κατάπαυε μέγαν γόον · οὐδέ τί σε χρὴ
83 μὰψ αὔτως ἄπλητον ἔχειν χόλον · οὔ τοι ἀεικὴς
84 γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς ,
85 αὐτοκασίγνητος καὶ ὁμόσπορος · ἀμφὶ δὲ τιμὴν
86 ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη ,
87 τοῖς μεταναιετάειν , τῶν ἔλλαχε κοίρανος εἶναι . "
88 ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο · τοὶ δ’ ὑπ’ ὀμοκλῆς
89 ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστ’ οἰωνοί .
90 Τὴν δ’ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν ·
91 χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
92 νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
93 ᾤχετ’ ἐπ’ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
94 εἶδος ἀμαλδύνουσα πολὺν χρόνον · οὐδέ τις ἀνδρῶν
95 εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν ,