1 Δήμητρ’ ἠύκομον , σεμνὴν θεόν , ἄρχομ’ ἀείδειν ,
2 αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον , ἣν Ἀιδωνεὺς
3 ἥρπαξεν , δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς ,
4 νόσφιν Δήμητρος χρυσαόρου , ἀγλαοκάρπου ,
5 παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις
6 ἄνθεά τ’ αἰνυμένην , ῥόδα καὶ κρόκον ἠδ’ ἴα καλὰ
7 λειμῶν’ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ’ ὑάκινθον
8 νάρκισσόν θ’ , ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
9 Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ ,
10 θαυμαστὸν γανόωντα · σέβας τό γε πᾶσιν ἰδέσθαι
11 ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις ·
12 τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει ·
13 κὦζ’ ἥδιστ’ ὀδμή , πᾶς τ’ οὐρανὸς εὐρὺς ὕπερθεν
14 γαῖά τε πᾶσ’ ἐγέλασσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης .
15 δ’ ἄρα θαμβήσασ’ ὠρέξατο χερσὶν ἅμ’ ἄμφω
16 καλὸν ἄθυρμα λαβεῖν · χάνε δὲ χθὼν εὐρυάγυια
17 Νύσιον ἂμ πεδίον , τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
18 ἵπποις ἀθανάτοισι , Κρόνου πολυώνυμος υἱός .
19 ἁρπάξας δ’ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν
20 ἦγ’ ὀλοφυρομένην · ἰάχησε δ’ ἄρ’ ὄρθια φωνῇ ,
21 κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον .
22 οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων
23 ἤκουσεν φωνῆς , οὐδ’ ἀγλαόκαρποι ἐλαῖαι
24 εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
25 ἄιεν ἐξ ἄντρου , Ἑκάτη λιπαροκρήδεμνος ,
26 Ἠέλιός τε ἄναξ , Ὑπερίονος ἀγλαὸς υἱός ,
27 κούρης κεκλομένης πατέρα Κρονίδην · δὲ νόσφιν
28 ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ ,
29 δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων .
30 τὴν δ’ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι
31 πατροκασίγνητος , Πολυσημάντωρ Πολυδέγμων ,
32 ἵπποις ἀθανάτοισι , Κρόνου πολυώνυμος υἱός .
33 ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα
34 λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα