584 σκέψαι δὲ τοῦτο πρῶτον , εἴ τιν’ ἂν δοκεῖς
585 ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον
586 ἄτρεστον εὕδοντ’ , εἰ τά γ’ αὔθ’ ἕξει κράτη .
587 ἐγὼ μὲν οὖν οὔ τ’ αὐτὸς ἱμείρων ἔφυν
588 τύραννος εἶναι μᾶλλον τύραννα δρᾶν ,
589 οὔ τ’ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται .
590 νῦν μὲν γὰρ ἐκ σοῦ πάντ’ ἄνευ φόβου φέρω ,
591 εἰ δ’ αὐτὸς ἦρχον , πολλὰ κἂν ἄκων ἔδρων .
592 πῶς δῆτ’ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν
593 ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ ;
594 οὔπω τοσοῦτον ἠπατημένος κυρῶ
595 ὥστ’ ἄλλα χρῄζειν τὰ σὺν κέρδει καλά .
596 νῦν πᾶσι χαίρω , νῦν με πᾶς ἀσπάζεται ,
597 νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με ʹ
598 τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθ’ ἔνι .
599 πῶς δῆτ’ ἐγὼ κεῖν’ ἂν λάβοιμ’ ἀφεὶς τάδε ;
600 οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν .
601 ἀλλ’ οὔ τ’ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν
602 οὔ τ’ ἂν μετ’ ἄλλου δρῶντος ἂν τλαίην ποτέ .
603 καὶ τῶνδ’ ἔλεγχον τοῦτο μὲν Πυθώδ’ ἰὼν
604 πεύθου τὰ χρησθέντ’ εἰ σαφῶς ἤγγειλά σοι ʹ
605 τοῦτ’ ἄλλ’ , ἐάν με τῷ τερασκόπῳ λάβῃς
606 κοινῇ τι βουλεύσαντα , μή μ’ ἁπλῇ κτάνῃς
607 ψήφῳ , διπλῇ δέ , τῇ τ’ ἐμῇ καὶ σῇ , λαβών ʹ
608 γνώμῃ δ’ ἀδήλῳ μή με χωρὶς αἰτιῶ .
609 οὐ γὰρ δίκαιον οὔ τε τοὺς κακοὺς μάτην
610 χρηστοὺς νομίζειν οὔ τε τοὺς χρηστοὺς κακούς .
611 φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω
612 καὶ τὸν παρ’ αὑτῷ βίοτον , ὃν πλεῖστον , φιλεῖ .
613 ἀλλ’ ἐν χρόνῳ γνώσει τάδ’ ἀσφαλῶς , ἐπεὶ
614 χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος ʹ
615 κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ .