Οἰδίπους
578 ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς .
Κρέων
579 ἄρχεις δ’ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων ;
Οἰδίπους
580 ἃν θέλουσα πάντ’ ἐμοῦ κομίζεται .
Κρέων
581 οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος ;
Οἰδίπους
582 ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος .
Κρέων
583 οὔκ , εἰ διδοίης γ’ ὡς ἐγὼ σαυτῷ λόγον .