448 δείσας πρόσωπον ʹ οὐ γὰρ ἔσθ’ ὅπου μ’ ὀλεῖς .
449 λέγω δέ σοι ʹ τὸν ἄνδρα τοῦτον , ὃν πάλαι
450 ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον
451 τὸν Λαΐειον , οὗτός ἐστιν ἐνθάδε ,
452 ξένος λόγῳ μέτοικος , εἶτα δ’ ἐγγενὴς
453 φανήσεται Θηβαῖος , οὐ δ’ ἡσθήσεται
454 τῇ ξυμφορᾷ ʹ τυφλὸς γὰρ ἐκ δεδορκότος
455 καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι
456 σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται .
457 φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν
458 ἀδελφὸς αὑτὸς καὶ πατήρ , κἀξ ἧς ἔφυ
459 γυναικὸς υἱὸς καὶ πόσις , καὶ τοῦ πατρὸς
460 ὁμόσπορός τε καὶ φονεύς . καὶ ταῦτ’ ἰὼν
461 εἴσω λογίζου ʹ κἂν λάβῃς ἐψευσμένον ,
462 φάσκειν ἔμ’ ἤδη μαντικῇ μηδὲν φρονεῖν .
Χορός
463 τίς ὅντιν’ θεσπιέπεια Δελφὶς εἶπε πέτρα