465 ἄρρητ’ ἀρρήτων τελέσαντα φοινίαισι χερσίν ;
466 ὥρα νιν ἀελλάδων
467 ἵππων σθεναρώτερον
468 φυγᾷ πόδα νωμᾶν .
469 ἔνοπλος γὰρ ἐπ’ αὐτὸν ἐπενθρῴσκει
470 πυρὶ καὶ στεροπαῖς Διὸς γενέτας ,
471 δειναὶ δ’ ἅμ’ ἕπονται
472 κῆρες ἀναπλάκητοι
473 ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα
474 φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντ’ ἰχνεύειν .
475 φοιτᾷ γὰρ ὑπ’ ἀγρίαν
476 ὕλαν ἀνά τ’ ἄντρα καὶ
477 πέτρας ἰσόταυρος
478 μέλεος μελέῳ ποδὶ χηρεύων ,
480 τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων
481 μαντεῖα ʹ τὰ δ’ ἀεὶ
482 ζῶντα περιποτᾶται .
483 δεινὰ μὲν οὖν , δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας
485 οὔ τε δοκοῦντ’ οὔ τ’ ἀποφάσκονθ’ ʹ τι λέξω δ’ ἀπορῶ .
486 πέτομαι δ’ ἐλπίσιν οὔ τ’ , ἐνθάδ’ ὁρῶν οὔ τ’ ὀπίσω .
487 τί γὰρ Λαβδακίδαις
490 τῷ Πολύβου νεῖκος ἔκειτ’ , οὔ τε πάροιθέν ποτ’ ἔγωγ’
491 ἔμαθον , πρὸς ὅτου δὴ βασανίζων βασάνῳ
492 ἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμ’ Οἰδιπόδα Λαβδακίδαις
495 ἐπίκουρος ἀδήλων θανάτων .
496 ἀλλ’ μὲν οὖν Ζεὺς τ’ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν
500 εἰδότες ʹ ἀνδρῶν δ’ ὅτι μάντις πλέον γὼ φέρεται ,
501 κρίσις οὔκ ἔστιν ἀλαθής ʹ σοφίᾳ δ’ ἂν σοφίαν
502 παραμείψειεν ἀνήρ .
505 ἀλλ’ οὔποτ’ ἔγωγ’ ἄν , πρὶν ἴδοιμ’ ὀρθὸν ἔπος , μεμφομένων ἂν καταφαίην .
506 φανερὰ γὰρ ἐπ’ αὐτῷ , πτερόεσσ’ ἦλθε κόρα
510 ποτέ , καὶ σοφὸς ὤφθη βασάνῳ θ’ ἁδύπολις τῷ ἀπ’ ἐμᾶς
511 φρενὸς οὔποτ’ ὀφλήσει κακίαν .