Οἰδίπους
58 παῖδες οἰκτροί , γνωτὰ κοὐκ ἄγνωτά μοι
59 προσήλθεθ’ ἱμείροντες ʹ εὖ γὰρ οἶδ’ ὅτι
60 νοσεῖτε πάντες , καὶ νοσοῦντες , ὡς ἐγὼ
61 οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ .
62 τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν’ ἔρχεται
63 μόνον καθ’ αὑτὸν κοὐδέν’ ἄλλον , δ’ ἐμὴ
64 ψυχὴ πόλιν τε κἀμὲ καὶ σ’ ὁμοῦ στένει .
65 ὥστ’ οὐχ ὕπνῳ γ’ εὕδοντά μ’ ἐξεγείρετε ,
66 ἀλλ’ ἴστε πολλὰ μέν με δακρύσαντα δή ,
67 πολλὰς δ’ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις ʹ
68 ἣν δ’ εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην ,
69 ταύτην ἔπραξα ʹ παῖδα γὰρ Μενοικέως
70 Κρέοντ’ , ἐμαυτοῦ γαμβρόν , ἐς τὰ Πυθικὰ
71 ἔπεμψα Φοίβου δώμαθ’ , ὡς πύθοιθ’ τι
72 δρῶν τί φωνῶν τήνδε ῥυσαίμην πόλιν .
73 καί μ’ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ
74 λυπεῖ τί πράσσει ʹ τοῦ γὰρ εἰκότος πέρα
75 ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου .
76 ὅταν δ’ ἵκηται , τηνικαῦτ’ ἐγὼ κακὸς
77 μὴ δρῶν ἂν εἴην πάνθ’ ὅσ’ ἂν δηλοῖ θεός .
Ἱερεύς
78 ἀλλ’ εἰς καλὸν σύ τ’ εἶπας οἵδε τ’ ἀρτίως
79 Κρέοντα προσστείχοντα σημαίνουσί μοι .
Οἰδίπους
80 ὦναξ Ἄπολλον , εἰ γὰρ ἐν τύχῃ γέ τῳ
81 σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι
Ἱερεύς
82 ἀλλ’ εἰκάσαι μέν , ἡδύς ʹ οὐ γὰρ ἂν κάρα