15 ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα
16 βωμοῖσι τοῖς σοῖς ʹ οἱ μὲν οὐδέπω μακρὰν
17 πτέσθαι σθένοντες , οἱ δὲ σὺν γήρᾳ βαρεῖς ,
18 ἱερῆς , ἐγὼ μὲν Ζηνός , οἵδε τ’ ᾐθέων
19 λεκτοί ʹ τὸ δ’ ἄλλο φῦλον ἐξεστεμμένον
20 ἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς
21 ναοῖς , ἐπ’ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ .
22 πόλις γάρ , ὥσπερ καὐτὸς εἰσορᾷς , ἄγαν
23 ἤδη σαλεύει κἀνακουφίσαι κάρα
24 βυθῶν ἔτ’ οὐχ οἵα τε φοινίου σάλου ,
25 φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός ,
26 φθίνουσα δ’ ἀγέλαις βουνόμοις τόκοισί τε
27 ἀγόνοις γυναικῶν ʹ ἐν δ’ πυρφόρος θεὸς
28 σκήψας ἐλαύνει , λοιμὸς ἔχθιστος , πόλιν ,
29 ὑφ’ οὗ κενοῦται δῶμα Καδμεῖον , μέλας δ’
30 Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται .
31 θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σ’ ἐγὼ
32 οὐ δ’ οἵδε παῖδες ἑζόμεσθ’ ἐφέστιοι ,
33 ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου
34 κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς ʹ
35 ὅς γ’ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν
36 σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν ,
37 καὶ ταῦθ’ ὑφ’ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον
38 οὐ δ’ ἐκδιδαχθείς , ἀλλὰ προσθήκῃ θεοῦ
39 λέγει νομίζει θ’ ἡμὶν ὀρθῶσαι βίον ʹ
40 νῦν τ’ , κράτιστον πᾶσιν Οἰδίπου κάρα ,
41 ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι
42 ἀλκήν τιν’ εὑρεῖν ἡμίν , εἴτε του θεῶν
43 φήμην ἀκούσας εἴτ’ ἀπ’ ἀνδρὸς οἶσθά του ʹ
44 ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς
45 ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων .
46 ἴθ’ , βροτῶν ἄριστ’ , ἀνόρθωσον πόλιν ,
47 ἴθ’ , εὐλαβήθηθ’ ʹ ὡς σὲ νῦν μὲν ἥδε γῆ
48 σωτῆρα κλῄζει τῆς πάρος προθυμίας ʹ
49 ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα
50 στάντες τ’ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον .
51 ἀλλ’ ἀσφαλείᾳ τήνδ’ ἀνόρθωσον πόλιν ʹ
52 ὄρνιθι γὰρ καὶ τὴν τότ’ αἰσίῳ τύχην
53 παρέσχες ἡμῖν , καὶ τανῦν ἴσος γενοῦ .
54 ὡς εἴπερ ἄρξεις τῆσδε γῆς , ὥσπερ κρατεῖς ,
55 ξὺν ἀνδράσιν κάλλιον κενῆς κρατεῖν ʹ
56 ὡς οὐδέν ἐστιν οὔ τε πύργος οὔ τε ναῦς
57 ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω .