Χρυσόθεμις
892 καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην .
893 ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον ,
894 ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους
895 πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ
896 πάντων ὅσ’ ἐστὶν ἀνθέων θήκην πατρός .
897 ἰδοῦσα δ’ ἔσχον θαῦμα , καὶ περισκοπῶ
898 μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν .
899 ὡς δ’ ἐν γαλήνῃ πάντ’ ἐδερκόμην τόπον ,
900 τύμβου προσεῖρπον ἆσσον · ἐσχάτης δ’ ὁρῶ
901 πυρᾶς νεώρη βόστρυχον τετμημένον ·
902 κεὐθὺς τάλαιν’ ὡς εἶδον , ἐμπαίει τί μοι
903 ψυχῇ σύνηθες ὄμμα , φιλτάτου βροτῶν
904 πάντων Ὀρέστου τοῦθ’ ὁρᾶν τεκμήριον ·
905 καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ ,
906 χαρᾷ δὲ πίμπλημ’ εὐθὺς ὄμμα δακρύων .
907 καὶ νῦν θ’ ὁμοίως καὶ τότ’ ἐξεπίσταμαι
908 μή του τόδ’ ἀγλάϊσμα πλὴν κείνου μολεῖν ·
909 τῷ γὰρ προσήκει πλήν γ’ ἐμοῦ καὶ σοῦ τόδε ;
910 κἀγὼ μὲν οὐκ ἔδρασα , τοῦτ’ ἐπίσταμαι ,
911 οὐδ’ αὖ σύ · πῶς γάρ ; γε μηδὲ πρὸς θεοὺς
912 ἔξεστ’ ἀκλαύστῳ τῆσδ’ ἀποστῆναι στέγης .
913 ἀλλ’ οὐδὲ μὲν δὴ μητρὸς οὔθ’ νοῦς φιλεῖ
914 τοιαῦτα πράσσειν οὔτε δρῶσ’ ἐλάνθαν’ ἄν ·
915 ἀλλ’ ἔστ’ Ὀρέστου ταῦτα τἀπιτύμβια .
916 ἀλλ’ , φίλη , θάρσυνε · τοῖς αὐτοῖσί τοι
917 οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ .
918 νῷν ἦν τὰ πρόσθεν στυγνός · δὲ νῦν ἴσως
919 πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν .