Οἰδίπους
761 πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρων
762 λόγου δικαίου μηχάνημα ποικίλον ,
763 τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλεις
764 ἑλεῖν ἐν οἷς μάλιστ’ ἂν ἀλγοίην ἁλούς ;
765 πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖς
766 νοσοῦνθ’ , ὅτ’ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός ,
767 οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν ·
768 ἀλλ’ ἡνίκ’ ἤδη μεστὸς θυμούμενος
769 καὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ ,
770 τότ’ ἐξεώθεις κἀξέβαλλες , οὐδέ σοι
771 τὸ συγγενὲς τοῦτ’ οὐδαμῶς τότ’ ἦν φίλον ·
772 νῦν τ’ αὖθις ἡνίκ’ εἰσορᾷς πόλιν τέ μοι
773 ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν ,
774 πειρᾷ μετασπᾶν , σκληρὰ μαλθακῶς λέγων .
775 καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν ;
776 ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν
777 μηδὲν διδοίη μηδ’ ἐπαρκέσαι θέλοι ,
778 πλήρη δ’ ἔχοντι θυμὸν ὧν χρῄζοις , τότε
779 δωροῖθ’ , ὅτ’ οὐδὲν χάρις χάριν φέροι ·
780 ἆρ’ ἂν ματαίου τῆσδ’ ἂν ἡδονῆς τύχοις ;
781 τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί ,
782 λόγῳ μὲν ἐσθλά . τοῖσι δ’ ἔργοισιν κακά .
783 φράσω δὲ καὶ τοῖσδ’ , ὥς σε δηλώσω κακόν .
784 ἥκεις ἔμ’ ἄξων , οὐχ’ ἵν’ ἐς δόμους ἄγῃς ,
785 ἀλλ’ ὡς πάραυλον οἰκίσῃς , πόλις δέ σοι
786 κακῶν ἄνατος τῆσδ’ ἀπαλλαχθῇ χθονός .
787 οὐκ ἔστι σοι ταῦτ’ , ἀλλά σοι τάδ’ ἔστ’ , ἐκεῖ
788 χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί ·
789 ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς
790 χθονὸς λαχεῖν τοσοῦτον , ἐνθανεῖν μόνον .
791 ἆρ’ οὐκ ἄμεινον σὺ τἀν Θήβαις φρονῶ ;
792 πολλῷ γ’ , ὅσῳπερ κἀκ σαφεστέρων κλύω ,
793 Φοίβου τε καὐτοῦ Ζηνός , ὃς κείνου πατήρ .
794 τὸ σὸν δ’ ἀφῖκται δεῦρ’ ὑπόβλητον στόμα ,
795 πολλὴν ἔχον στόμωσιν · ἐν δὲ τῷ λέγειν
796 κάκ’ ἂν λάβοις τὰ πλείον’ σωτήρια .
797 ἀλλ’ οἶδα γάρ σε ταῦτα μὴ πείθων , ἴθι ·
798 ἡμᾶς δ’ ἔα ζῆν ἐνθάδ’ · οὐ γὰρ ἂν κακῶς
799 οὐδ’ ὧδ’ ἔχοντες ζῷμεν , εἰ τερποίμεθα .