Κρέων
800 πότερα νομίζεις δυστυχεῖν ἔμ’ ἐς τὰ σά ,
801 σ’ εἰς τὰ σαυτοῦ μᾶλλον , { ἐν } τῷ νῦν λόγῳ ;
Οἰδίπους
802 ἐμοὶ μέν ἐσθ’ ἥδιστον , εἰ σὺ μήτ’ ἐμὲ
803 πείθειν οἷός τ’ εἶ μήτε τούσδε τοὺς πέλας .
Κρέων
804 δύσμορ’ , οὐδὲ τῷ χρόνῳ φύσας φανεῖ
805 φρένας ποτ’ ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφει ;
Οἰδίπους
806 γλώσσῃ σὺ δεινός · ἄνδρα δ’ οὐδέν’ οἶδ’ ἐγὼ
807 δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει .
Κρέων
808 χωρὶς τό τ’ εἰπεῖν πολλὰ καὶ τὰ καίρια .
Οἰδίπους
809 ὡς δὴ σὺ βραχέα , ταῦτα δ’ ἐν καιρῷ λέγεις .
Κρέων
810 οὐ δῆθ’ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα .
Οἰδίπους
811 ἄπελθ’ , ἐρῶ γὰρ καὶ πρὸ τῶνδε , μηδέ με
812 φύλασσ’ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ .
Κρέων
813 μαρτύρομαι τούσδ’ , οὐ σέ · πρὸς δὲ τοὺς φίλους
814 οἷ’ ἀνταμείβει ῥήματ’ , ἤν σ’ ἕλω ποτέ
Οἰδίπους
815 τίς δ’ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ ;
Κρέων
816 μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσει .
Οἰδίπους
817 ποίῳ σὺν ἔργῳ τοῦτ’ ἀπειλήσας ἔχεις ;