Κρέων
473 ἀλλ’ ἴσθι τοι τὰ σκλήρ’ ἄγαν φρονήματα
474 πίπτειν μάλιστα , καὶ τὸν ἐγκρατέστατον
475 σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ
476 θραυσθέντα καὶ ῥαγέντα πλεῖστ’ ἂν εἰσίδοις ·
477 σμικρῷ χαλινῷ δ’ οἶδα τοὺς θυμουμένους
478 ἵππους καταρτυθέντας · οὐ γὰρ ἐκπέλει
479 φρονεῖν μέγ’ ὅστις δοῦλός ἐστι τῶν πέλας .
480 αὕτη δ’ ὑβρίζειν μὲν τότ’ ἐξηπίστατο ,
481 νόμους ὑπερβαίνουσα τοὺς προκειμένους ·
482 ὕβρις δ’ , ἐπεὶ δέδρακεν , ἥδε δευτέρα ,
483 τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν .
484 νῦν ἐγὼ μὲν οὐκ ἀνήρ , αὕτη δ’ ἀνήρ ,
485 εἰ ταῦτ’ ἀνατὶ τῇδε κείσεται κράτη .
486 ἀλλ’ εἴτ’ ἀδελφῆς εἴθ’ ὁμαιμονεστέρα
487 τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ ,
488 αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον
489 μόρου κακίστου · καὶ γὰρ οὖν κείνην ἴσον
490 ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου .
491 καί νιν καλεῖτ’ · ἔσω γὰρ εἶδον ἀρτίως
492 λυσσῶσαν αὐτὴν οὐδ’ ἐπήβολον φρενῶν .
493 φιλεῖ δ’ θυμὸς πρόσθεν , ᾑρῆσθαι κλοπεὺς
494 τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων ·
495 μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις
496 ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ .
Ἀντιγόνη
497 θέλεις τι μεῖζον κατακτεῖναί μ’ ἑλών ;