24.501 ὤϊξάν ῥα θύρας , ἐκ δʹ ἤϊον , ἄρχε δʹ Ὀδυσσεύς .
24.502 τοῖσι δʹ ἐπʹ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
24.503 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν .
24.504 τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς ·
24.505 αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν ·
24.506 Τηλέμαχʹ , ἤδη μὲν τόδε γʹ εἴσεαι αὐτὸς ἐπελθών ,
24.507 ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι ,
24.508 μή τι καταισχύνειν πατέρων γένος , οἳ τὸ πάρος περ
24.509 ἀλκῇ τʹ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʹ αἶαν .
24.510 τὸν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
24.511 ὄψεαι , αἴ κʹ ἐθέλῃσθα , πάτερ φίλε , τῷδʹ ἐπὶ θυμῷ
24.512 οὔ τι καταισχύνοντα τεὸν γένος , ὡς ἀγορεύεις .
24.513 ὣς φάτο , Λαέρτης δʹ ἐχάρη καὶ μῦθον ἔειπε ·
24.514 τίς νύ μοι ἡμέρη ἥδε , θεοὶ φίλοι ; μάλα χαίρω ·
24.515 υἱός θʹ υἱωνός τʹ ἀρετῆς πέρι δῆριν ἔχουσιν .
24.516 τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη ·
24.517 Ἀρκεισιάδη , πάντων πολὺ φίλταθʹ ἑταίρων ,
24.518 εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί ,
24.519 αἶψα μαλʹ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος .
24.520 ὣς φάτο , καί ῥʹ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη
24.521 εὐξάμενος δʹ ἄρʹ ἔπειτα Διὸς κούρῃ μεγάλοιο ,
24.522 αἶψα μάλʹ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος ,
24.523 καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου .
24.524 δʹ οὐκ ἔγχος ἔρυτο , διαπρὸ δὲ εἴσατο χαλκός ,
24.525 δούπησεν δὲ πεσών , ἀράβησε δὲ τεύχεʹ ἐπʹ αὐτῷ .
24.526 ἐν δʹ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός ,
24.527 τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι .
24.528 καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους ,