24.474 εἰπέ μοι εἰρομένῃ , τί νύ τοι νόος ἔνδοθι κεύθει ;
24.475 προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
24.476 τεύξεις , φιλότητα μετʹ ἀμφοτέροισι τίθησθα ;
24.477 τὴν δʹ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
24.478 τέκνον ἐμόν , τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς ;
24.479 οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή ,
24.480 ὡς τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών ;
24.481 ἔρξον ὅπως ἐθέλεις · ἐρέω τέ τοι ὡς ἐπέοικεν .
24.482 ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς ,
24.483 ὅρκια πιστὰ ταμόντες μὲν βασιλευέτω αἰεί ,
24.484 ἡμεῖς δʹ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
24.485 ἔκλησιν θέωμεν · τοὶ δʹ ἀλλήλους φιλεόντων
24.486 ὡς τὸ πάρος , πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω .
24.487 ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην ,
24.488 βῆ δὲ κατʹ Οὐλύμποιο καρήνων ἀΐξασα .
24.489 οἱ δʹ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο ,
24.490 τοῖς δʹ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς ·
24.491 ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες .
24.492 ὣς ἔφατʹ · ἐκ δʹ υἱὸς Δολίου κίεν , ὡς ἐκέλευεν ·
24.493 στῆ δʹ ἄρʹ ἐπʹ οὐδὸν ἰών , τοὺς δὲ σχεδὸν ἔσιδε πάντας ·
24.494 αἶψα δʹ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα ·
24.495 οἵδε δὴ ἐγγὺς ἔασʹ · ἀλλʹ ὁπλιζώμεθα θᾶσσον .
24.496 ὣς ἔφαθʹ , οἱ δʹ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο ,
24.497 τέσσαρες ἀμφʹ Ὀδυσῆʹ , ἓξ δʹ υἱεῖς οἱ Δολίοιο ·
24.498 ἐν δʹ ἄρα Λαέρτης Δολίος τʹ ἐς τεύχεʹ ἔδυνον ,
24.499 καὶ πολιοί περ ἐόντες , ἀναγκαῖοι πολεμισταί .
24.500 αὐτὰρ ἐπεί ῥʹ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν ,