24.444 ἀθανάτων ἀέκητι θεῶν τάδʹ ἐμήσατο ἔργα ·
24.445 αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον , ὅς ῥʹ Ὀδυσῆϊ
24.446 ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει .
24.447 ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʹ Ὀδυσῆος
24.448 φαίνετο θαρσύνων , τοτὲ δὲ μνηστῆρας ὀρίνων
24.449 θῦνε κατὰ μέγαρον · τοὶ δʹ ἀγχιστῖνοι ἔπιπτον .
24.450 ὣς φάτο , τοὺς δʹ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει .
24.451 τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
24.452 Μαστορίδης · γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω ·
24.453 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε ·
24.454 κέκλυτε δὴ νῦν μευ , Ἰθακήσιοι , ὅττι κεν εἴπω ·
24.455 ὑμετέρῃ κακότητι , φίλοι , τάδε ἔργα γένοντο ·
24.456 οὐ γὰρ ἐμοὶ πείθεσθʹ , οὐ Μέντορι ποιμένι λαῶν ,
24.457 ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων ,
24.458 οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι ,
24.459 κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
24.460 ἀνδρὸς ἀριστῆος · τὸν δʹ οὐκέτι φάντο νέεσθαι .
24.461 καὶ νῦν ὧδε γένοιτο . πίθεσθέ μοι ὡς ἀγορεύω ·
24.462 μὴ ἴομεν , μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ .
24.463 ὣς ἔφαθʹ , οἱ δʹ ἄρʹ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
24.464 ἡμίσεων πλείους · τοὶ δʹ ἀθρόοι αὐτόθι μίμνον ·
24.465 οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν , ἀλλʹ Εὐπείθει
24.466 πείθοντʹ · αἶψα δʹ ἔπειτʹ ἐπὶ τεύχεα ἐσσεύοντο .
24.467 αὐτὰρ ἐπεί ῥʹ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν ,
24.468 ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο .
24.469 τοῖσιν δʹ Εὐπείθης ἡγήσατο νηπιέῃσι ·
24.470 φῆ δʹ γε τίσεσθαι παιδὸς φόνον , οὐδʹ ἄρʹ ἔμελλεν
24.471 ἂψ ἀπονοστήσειν , ἀλλʹ αὐτοῦ πότμον ἐφέψειν .
24.472 αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα ·
24.473 πάτερ ἡμέτερε , Κρονίδη , ὕπατε κρειόντων ,