24.417 ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι ,
24.418 τοὺς δʹ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
24.419 πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες ·
24.420 αὐτοὶ δʹ εἰς ἀγορὴν κίον ἀθρόοι , ἀχνύμενοι κῆρ .
24.421 αὐτὰρ ἐπεί ῥʹ ἤγερθεν ὁμηγερέες τʹ ἐγένοντο ,
24.422 τοῖσιν δʹ Εὐπείθης ἀνά θʹ ἵστατο καὶ μετέειπε ·
24.423 παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο ,
24.424 Ἀντινόου , τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς ·
24.425 τοῦ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν ·
24.426 φίλοι , μέγα ἔργον ἀνὴρ ὅδʹ ἐμήσατʹ Ἀχαιούς ·
24.427 τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς
24.428 ὤλεσε μὲν νῆας γλαφυράς , ἀπὸ δʹ ὤλεσε λαούς ·
24.429 τοὺς δʹ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʹ ἀρίστους ,
24.430 ἀλλʹ ἄγετε , πρὶν τοῦτον ἐς Πύλον ὦκα ἱκέσθαι
24.431 καὶ ἐς Ἤλιδα δῖαν , ὅθι κρατέουσιν Ἐπειοί ,
24.432 ἴομεν · καὶ ἔπειτα κατηφέες ἐσσόμεθʹ αἰεί ·
24.433 λώβη γὰρ τάδε γʹ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι ,
24.434 εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
24.435 τισόμεθʹ . οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
24.436 ζωέμεν , ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην .
24.437 ἀλλʹ ἴομεν , μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι .
24.438 ὣς φάτο δάκρυ χέων , οἶκτος δʹ ἕλε πάντας Ἀχαιούς .
24.439 ἀγχίμολον δέ σφʹ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
24.440 ἐκ μεγάρων Ὀδυσῆος , ἐπεί σφεας ὕπνος ἀνῆκεν ,
24.441 ἔσταν δʹ ἐν μέσσοισι · τάφος δʹ ἕλεν ἄνδρα ἕκαστον .
24.442 τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς ·
24.443 κέκλυτε δὴ νῦν μευ , Ἰθακήσιοι · οὐ γὰρ Ὀδυσσεὺς