24.388 ἐξ ἔργων μογέοντες , ἐπεὶ προμολοῦσα κάλεσσεν
24.389 μήτηρ γρηῦς Σικελή , σφεας τρέφε καί ῥα γέροντα
24.390 ἐνδυκέως κομέεσκεν , ἐπεὶ κατὰ γῆρας ἔμαρψεν .
24.391 οἱ δʹ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ ,
24.392 ἔσταν ἐνὶ μεγάροισι τεθηπότες · αὐτὰρ Ὀδυσσεὺς
24.393 μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν ·
24.394 γέρον , ἵζʹ ἐπὶ δεῖπνον , ἀπεκλελάθεσθε δὲ θάμβευς ·
24.395 δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
24.396 μίμνομεν ἐν μεγάροις , ὑμέας ποτιδέγμενοι αἰεί .
24.397 ὣς ἄρ ἔφη , Δολίος δʹ ἰθὺς κίε χεῖρε πετάσσας
24.398 ἀμφοτέρας , Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʹ ἐπὶ καρπῷ ,
24.399 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
24.400 φίλʹ , ἐπεὶ νόστησας ἐελδομένοισι μάλʹ ἡμῖν
24.401 οὐδʹ ἔτʹ ὀϊομένοισι , θεοὶ δέ σʹ ἀνήγαγον αὐτοί ,
24.402 οὖλέ τε καὶ μάλα χαῖρε , θεοὶ δέ τοι ὄλβια δοῖεν .
24.403 καί μοι τοῦτʹ ἀγόρευσον ἐτήτυμον , ὄφρʹ ἐῢ εἰδῶ ,
24.404 ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
24.405 νοστήσαντά σε δεῦρʹ , ἄγγελον ὀτρύνωμεν .
24.406 τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
24.407 γέρον , ἤδη οἶδε · τί σε χρὴ ταῦτα πένεσθαι ;
24.408 ὣς φάθʹ , δʹ αὖτις ἄρʹ ἕζετʹ ἐϋξέστου ἐπὶ δίφρου .
24.409 ὣς δʹ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʹ Ὀδυσῆα
24.410 δεικανόωντʹ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο ,
24.411 ἑξείης δʹ ἕζοντο παραὶ Δολίον , πατέρα σφόν .
24.412 ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο ·
24.413 Ὄσσα δʹ ἄρʹ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη ,
24.414 μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʹ ἐνέπουσα .
24.415 οἱ δʹ ἄρʹ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
24.416 μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʹ Ὀδυσῆος ,