24.358 ἀλλʹ ἴομεν προτὶ οἶκον , ὃς ὀρχάτου ἐγγύθι κεῖται ·
24.359 ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
24.360 προὔπεμψʹ , ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα .
24.361 ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά .
24.362 οἱ δʹ ὅτε δή ῥʹ ἵκοντο δόμους εὖ ναιετάοντας ,
24.363 εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
24.364 ταμνομένους κρέα πολλὰ κερῶντάς τʹ αἴθοπα οἶνον .
24.365 τόφρα δὲ Λαέρτην μεγαλήτορα ἐνὶ οἴκῳ
24.366 ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ ,
24.367 ἀμφὶ δʹ ἄρα χλαῖναν καλὴν βάλεν · αὐτὰρ Ἀθήνη
24.368 ἄγχι παρισταμένη μέλεʹ ἤλδανε ποιμένι λαῶν ,
24.369 μείζονα δʹ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι .
24.370 ἐκ δʹ ἀσαμίνθου βῆ · θαύμαζε δέ μιν φίλος υἱός ,
24.371 ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην ·
24.372 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
24.373 πάτερ , μάλα τίς σε θεῶν αἰειγενετάων
24.374 εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι .
24.375 τὸν δʹ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα ·
24.376 αἲ γάρ , Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον ,
24.377 οἷος Νήρικον εἷλον , ἐϋκτίμενον πτολίεθρον ,
24.378 ἀκτὴν ἠπείροιο , Κεφαλλήνεσσιν ἀνάσσων ,
24.379 τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν ,
24.380 τεύχεʹ ἔχων ὤμοισιν , ἐφεστάμεναι καὶ ἀμύνειν
24.381 ἄνδρας μνηστῆρας · τῷ κε σφέων γούνατʹ ἔλυσα
24.382 πολλῶν ἐν μεγάροισι , σὺ δὲ φρένας ἔνδον ἐγήθεις .
24.383 ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον .
24.384 οἱ δʹ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα ,
24.385 ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε ·
24.386 ἔνθʹ οἱ μὲν δείπνῳ ἐπεχείρεον , ἀγχίμολον δὲ
24.387 ἦλθʹ γέρων Δολίος , σὺν δʹ υἱεῖς τοῖο γέροντος ,