24.329 σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές , ὄφρα πεποίθω .
24.330 τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
24.331 οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι ,
24.332 τὴν ἐν Παρνησῷ μʹ ἔλασεν σῦς λευκῷ ὀδόντι
24.333 οἰχόμενον · σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
24.334 ἐς πατέρʹ Αὐτόλυκον μητρὸς φίλον , ὄφρʹ ἂν ἑλοίμην
24.335 δῶρα , τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν .
24.336 εἰ δʹ ἄγε τοι καὶ δένδρεʹ ἐϋκτιμένην κατʹ ἀλωὴν
24.337 εἴπω , μοί ποτʹ ἔδωκας , ἐγὼ δʹ ᾔτεόν σε ἕκαστα
24.338 παιδνὸς ἐών , κατὰ κῆπον ἐπισπόμενος · διὰ δʹ αὐτῶν
24.339 ἱκνεύμεσθα , σὺ δʹ ὠνόμασας καὶ ἔειπες ἕκαστα .
24.340 ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας ,
24.341 συκέας τεσσαράκοντʹ · ὄρχους δέ μοι ὧδʹ ὀνόμηνας
24.342 δώσειν πεντήκοντα , διατρύγιος δὲ ἕκαστος
24.343 ἤην · ἔνθα δʹ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν
24.344 ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν .
24.345 ὣς φάτο , τοῦ δʹ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ ,
24.346 σήματʹ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʹ Ὀδυσσεύς .
24.347 ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε · τὸν δὲ ποτὶ οἷ
24.348 εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς .
24.349 αὐτὰρ ἐπεί ῥʹ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη ,
24.350 ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε ·
24.351 Ζεῦ πάτερ , ῥα ἔτʹ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον ,
24.352 εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν .
24.353 νῦν δʹ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
24.354 ἐνθάδʹ ἐπέλθωσιν Ἰθακήσιοι , ἀγγελίας δὲ
24.355 πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι .
24.356 τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
24.357 θάρσει , μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων .