24.300 ἀντιθέους θʹ ἑτάρους ; ἔμπορος εἰλήλουθας
24.301 νηὸς ἐπʹ ἀλλοτρίης , οἱ δʹ ἐκβήσαντες ἔβησαν ;
24.302 τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
24.303 τοιγὰρ ἐγώ τοι πάντα μάλʹ ἀτρεκέως καταλέξω .
24.304 εἰμὶ μὲν ἐξ Ἀλύβαντος , ὅθι κλυτὰ δώματα ναίω ,
24.305 υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος ·
24.306 αὐτὰρ ἐμοί γʹ ὄνομʹ ἐστὶν Ἐπήριτος · ἀλλά με δαίμων
24.307 πλάγξʹ ἀπὸ Σικανίης δεῦρʹ ἐλθέμεν οὐκ ἐθέλοντα ·
24.308 νηῦς δέ μοι ἥδʹ ἕστηκεν ἐπʹ ἀγροῦ νόσφι πόληος .
24.309 αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν ,
24.310 ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης ,
24.311 δύσμορος · τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι ,
24.312 δεξιοί , οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον ,
24.313 χαῖρε δὲ κεῖνος ἰών · θυμὸς δʹ ἔτι νῶϊν ἐώλπει
24.314 μίξεσθαι ξενίῃ ἠδʹ ἀγλαὰ δῶρα διδώσειν .
24.315 ὣς φάτο , τὸν δʹ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα ·
24.316 ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
24.317 χεύατο κὰκ κεφαλῆς πολιῆς , ἁδινὰ στεναχίζων .
24.318 τοῦ δʹ ὠρίνετο θυμός , ἀνὰ ῥῖνας δέ οἱ ἤδη
24.319 δριμὺ μένος προὔτυψε φίλον πατέρʹ εἰσορόωντι .
24.320 κύσσε δέ μιν περιφὺς ἐπιάλμενος , ἠδὲ προσηύδα ·
24.321 κεῖνος μέν τοι ὅδʹ αὐτὸς ἐγώ , πάτερ , ὃν σὺ μεταλλᾷς ,
24.322 ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν .
24.323 ἀλλʹ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος .
24.324 ἐκ γάρ τοι ἐρέω · μάλα δὲ χρὴ σπευδέμεν ἔμπης ·
24.325 μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι ,
24.326 λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα .
24.327 τὸν δʹ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε ·
24.328 εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʹ ἱκάνεις ,