24.32 τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί ,
24.33 ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʹ ὀπίσσω ·
24.34 νῦν δʹ ἄρα σʹ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι .
24.35 τὸν δʹ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο ·
24.36 ὄλβιε Πηλέος υἱέ , θεοῖς ἐπιείκελʹ Ἀχιλλεῦ ,
24.37 ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος · ἀμφὶ δέ σʹ ἄλλοι
24.38 κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι ,
24.39 μαρνάμενοι περὶ σεῖο · σὺ δʹ ἐν στροφάλιγγι κονίης
24.40 κεῖσο μέγας μεγαλωστί , λελασμένος ἱπποσυνάων .
24.41 ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʹ · οὐδέ κε πάμπαν
24.42 παυσάμεθα πτολέμου , εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν .
24.43 αὐτὰρ ἐπεί σʹ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο ,
24.44 κάτθεμεν ἐν λεχέεσσι , καθήραντες χρόα καλὸν
24.45 ὕδατί τε λιαρῷ καὶ ἀλείφατι · πολλὰ δέ σʹ ἀμφὶ
24.46 δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας .
24.47 μήτηρ δʹ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν
24.48 ἀγγελίης ἀΐουσα · βοὴ δʹ ἐπὶ πόντον ὀρώρει
24.49 θεσπεσίη , ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς ·
24.50 καί νύ κʹ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας ,
24.51 εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς ,
24.52 Νέστωρ , οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή ·
24.53 σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν ·
24.54 ἴσχεσθʹ , Ἀργεῖοι , μὴ φεύγετε , κοῦροι Ἀχαιῶν ·
24.55 μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν
24.56 ἔρχεται , οὗ παιδὸς τεθνηότος ἀντιόωσα .
24.57 ὣς ἔφαθʹ , οἱ δʹ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί ·
24.58 ἀμφὶ δέ σʹ ἔστησαν κοῦραι ἁλίοιο γέροντος
24.59 οἴκτρʹ ὀλοφυρόμεναι , περὶ δʹ ἄμβροτα εἵματα ἕσσαν .
24.60 Μοῦσαι δʹ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ