24.61 θρήνεον · ἔνθα κεν οὔ τινʹ ἀδάκρυτόν γʹ ἐνόησας
24.62 Ἀργείων · τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια .
24.63 ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ
24.64 κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʹ ἄνθρωποι ·
24.65 ὀκτωκαιδεκάτῃ δʹ ἔδομεν πυρί , πολλὰ δέ σʹ ἀμφὶ
24.66 μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς .
24.67 καίεο δʹ ἔν τʹ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ
24.68 καὶ μέλιτι γλυκερῷ · πολλοὶ δʹ ἥρωες Ἀχαιοὶ
24.69 τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο ,
24.70 πεζοί θʹ ἱππῆές τε · πολὺς δʹ ὀρυμαγδὸς ὀρώρει
24.71 αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο ,
24.72 ἠῶθεν δή τοι λέγομεν λεύκʹ ὀστέʹ , Ἀχιλλεῦ ,
24.73 οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι · δῶκε δὲ μήτηρ
24.74 χρύσεον ἀμφιφορῆα · Διωνύσοιο δὲ δῶρον
24.75 φάσκʹ ἔμεναι , ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο .
24.76 ἐν τῷ τοι κεῖται λεύκʹ ὀστέα , φαίδιμʹ Ἀχιλλεῦ ,
24.77 μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος ,
24.78 χωρὶς δʹ Ἀντιλόχοιο , τὸν ἔξοχα τῖες ἁπάντων
24.79 τῶν ἄλλων ἑτάρων , μετὰ Πάτροκλόν γε θανόντα .
24.80 ἀμφʹ αὐτοῖσι δʹ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
24.81 χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων
24.82 ἀκτῇ ἔπι προὐχούσῃ , ἐπὶ πλατεῖ Ἑλλησπόντῳ ,
24.83 ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
24.84 τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται .
24.85 μήτηρ δʹ αἰτήσασα θεοὺς περικαλλέʹ ἄεθλα
24.86 θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν .
24.87 ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
24.88 ἡρώων , ὅτε κέν ποτʹ ἀποφθιμένου βασιλῆος
24.89 ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα ·
24.90 ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ ,
24.91 οἷʹ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʹ ἄεθλα ,