24.1 Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
24.2 ἀνδρῶν μνηστήρων · ἔχε δὲ ῥάβδον μετὰ χερσὶν
24.3 καλὴν χρυσείην , τῇ τʹ ἀνδρῶν ὄμματα θέλγει
24.4 ὧν ἐθέλει , τοὺς δʹ αὖτε καὶ ὑπνώοντας ἐγείρει ·
24.5 τῇ ῥʹ ἄγε κινήσας , ταὶ δὲ τρίζουσαι ἕποντο .
24.6 ὡς δʹ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
24.7 τρίζουσαι ποτέονται , ἐπεί κέ τις ἀποπέσῃσιν
24.8 ὁρμαθοῦ ἐκ πέτρης , ἀνά τʹ ἀλλήλῃσιν ἔχονται ,
24.9 ὣς αἱ τετριγυῖαι ἅμʹ ἤϊσαν · ἦρχε δʹ ἄρα σφιν
24.10 Ἑρμείας ἀκάκητα κατʹ εὐρώεντα κέλευθα .
24.11 πὰρ δʹ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην ,
24.12 ἠδὲ παρʹ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων
24.13 ἤϊσαν · αἶψα δʹ ἵκοντο κατʹ ἀσφοδελὸν λειμῶνα ,
24.14 ἔνθα τε ναίουσι ψυχαί , εἴδωλα καμόντων .
24.15 εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος
24.16 καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
24.17 Αἴαντός θʹ , ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
24.18 τῶν ἄλλων Δαναῶν μετʹ ἀμύμονα Πηλεΐδαο
24.19 ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον · ἀγχίμολον δὲ
24.20 ἤλυθʹ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
24.21 ἀχνυμένη · περὶ δʹ ἄλλαι ἀγηγέραθʹ , ὅσσαι ἅμʹ αὐτῷ
24.22 οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον .
24.23 τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος ·
24.24 Ἀτρεΐδη , περὶ μέν σʹ ἔφαμεν Διὶ τερπικεραύνῳ
24.25 ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα ,
24.26 οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
24.27 δήμῳ ἔνι Τρώων , ὅθι πάσχομεν ἄλγεʹ Ἀχαιοί .
24.28 τʹ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν
24.29 μοῖρʹ ὀλοή , τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται .
24.30 ὡς ὄφελες τιμῆς ἀπονήμενος , ἧς περ ἄνασσες ,
24.31 δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν ·