22.292 ῥα βοῶν ἑλίκων ἐπιβουκόλος · αὐτὰρ Ὀδυσσεὺς
22.293 οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ .
22.294 Τηλέμαχος δʹ Εὐηνορίδην Λειώκριτον οὖτα
22.295 δουρὶ μέσον κενεῶνα , διαπρὸ δὲ χαλκὸν ἔλασσεν ·
22.296 ἤριπε δὲ πρηνής , χθόνα δʹ ἤλασε παντὶ μετώπῳ .
22.297 δὴ τότʹ Ἀθηναίη φθισίμβροτον αἰγίδʹ ἀνέσχεν
22.298 ὑψόθεν ἐξ ὀροφῆς · τῶν δὲ φρένες ἐπτοίηθεν .
22.299 οἱ δʹ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι ·
22.300 τὰς μέν τʹ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν
22.301 ὥρῃ ἐν εἰαρινῇ , ὅτε τʹ ἤματα μακρὰ πέλονται .
22.302 οἱ δʹ ὥς τʹ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι ,
22.303 ἐξ ὀρέων ἐλθόντες ἐπʹ ὀρνίθεσσι θόρωσι ·
22.304 ταὶ μέν τʹ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται ,
22.305 οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι , οὐδέ τις ἀλκὴ
22.306 γίγνεται οὐδὲ φυγή · χαίρουσι δέ τʹ ἀνέρες ἄγρῃ ·
22.307 ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα
22.308 τύπτον ἐπιστροφάδην · τῶν δὲ στόνος ὤρνυτʹ ἀεικὴς
22.309 κράτων τυπτομένων , δάπεδον δʹ ἅπαν αἵματι θῦε .
22.310 λειώδης δʹ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων ,
22.311 καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα ·
22.312 γουνοῦμαί σʹ , Ὀδυσεῦ · σὺ δέ μʹ αἴδεο καί μʹ ἐλέησον ·
22.313 οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν
22.314 εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον · ἀλλὰ καὶ ἄλλους
22.315 παύεσκον μνηστῆρας , ὅτις τοιαῦτά γε ῥέζοι .
22.316 ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι ·
22.317 τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον .
22.318 αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς
22.319 κείσομαι , ὡς οὐκ ἔστι χάρις μετόπισθʹ εὐεργέων ·
22.320 τὸν δʹ ἄρʹ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς ·
22.321 εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι ,