22.322 πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι
22.323 τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι ,
22.324 σοὶ δʹ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι ·
22.325 τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα .
22.326 ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ
22.327 κείμενον , ῥʹ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε
22.328 κτεινόμενος · τῷ τόν γε κατʹ αὐχένα μέσσον ἔλασσε .
22.329 φθεγγομένου δʹ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη .
22.330 Τερπιάδης δʹ ἔτʹ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν ,
22.331 Φήμιος , ὅς ῥʹ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ .
22.332 ἔστη δʹ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν
22.333 ἄγχι παρʹ ὀρσοθύρην · δίχα δὲ φρεσὶ μερμήριζεν ,
22.334 ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν
22.335 ἑρκείου ἵζοιτο τετυγμένον , ἔνθʹ ἄρα πολλὰ
22.336 Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʹ ἔκηαν ,
22.337 γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα .
22.338 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι ,
22.339 γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος .
22.340 τοι φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
22.341 μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου ,
22.342 αὐτὸς δʹ αὖτʹ Ὀδυσῆα προσαΐξας λάβε γούνων ,
22.343 καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα ·
22.344 γουνοῦμαί σʹ , Ὀδυσεῦ · σὺ δέ μʹ αἴδεο καί μʹ ἐλέησον ·
22.345 αὐτῷ τοι μετόπισθʹ ἄχος ἔσσεται , εἴ κεν ἀοιδὸν
22.346 πέφνῃς , ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω .
22.347 αὐτοδίδακτος δʹ εἰμί , θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
22.348 παντοίας ἐνέφυσεν · ἔοικα δέ τοι παραείδειν
22.349 ὥς τε θεῷ · τῷ με λιλαίεο δειροτομῆσαι .
22.350 καί κεν Τηλέμαχος τάδε γʹ εἴποι , σὸς φίλος υἱός ,
22.351 ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
22.352 πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας ,