22.261 τοῖς δʹ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς ·
22.262 φίλοι , ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
22.263 μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι , οἳ μεμάασιν
22.264 ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν .
22.265 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
22.266 ἄντα τιτυσκόμενοι · Δημοπτόλεμον μὲν Ὀδυσσεύς ,
22.267 Εὐρυάδην δʹ ἄρα Τηλέμαχος , Ἔλατον δὲ συβώτης ,
22.268 Πείσανδρον δʹ ἄρʹ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ .
22.269 οἱ μὲν ἔπειθʹ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας ,
22.270 μνηστῆρες δʹ ἀνεχώρησαν μεγάροιο μυχόνδε ·
22.271 τοὶ δʹ ἄρʹ ἐπήϊξαν , νεκύων δʹ ἐξ ἔγχεʹ ἕλοντο .
22.272 αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα
22.273 ἱέμενοι · τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη .
22.274 τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
22.275 βεβλήκειν , ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν ·
22.276 ἄλλου δʹ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια .
22.277 Ἀμφιμέδων δʹ ἄρα Τηλέμαχον βάλε χεῖρʹ ἐπὶ καρπῷ
22.278 λίγδην , ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός .
22.279 Κτήσιππος δʹ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ
22.280 ὦμον ἐπέγραψεν · τὸ δʹ ὑπέρπτατο , πῖπτε δʹ ἔραζε .
22.281 τοὶ δʹ αὖτʹ ἀμφʹ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην ,
22.282 μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα .
22.283 ἔνθʹ αὖτʹ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς ,
22.284 Ἀμφιμέδοντα δὲ Τηλέμαχος , Πόλυβον δὲ συβώτης ·
22.285 Κτήσιππον δʹ ἄρʹ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ
22.286 βεβλήκει πρὸς στῆθος , ἐπευχόμενος δὲ προσηύδα ·
22.287 Πολυθερσεΐδη φιλοκέρτομε , μή ποτε πάμπαν
22.288 εἴκων ἀφραδίῃς μέγα εἰπεῖν , ἀλλὰ θεοῖσιν
22.289 μῦθον ἐπιτρέψαι , ἐπεὶ πολὺ φέρτεροί εἰσι .
22.290 τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον , ὅν ποτʹ ἔδωκας
22.291 ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʹ ἀλητεύοντι .