22.202 βήτην εἰς Ὀδυσῆα δαΐφρονα , ποικιλομήτην .
22.203 ἔνθα μένος πνείοντες ἐφέστασαν , οἱ μὲν ἐπʹ οὐδοῦ
22.204 τέσσαρες , οἱ δʹ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί .
22.205 τοῖσι δʹ ἐπʹ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη ,
22.206 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν .
22.207 τὴν δʹ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε ·
22.208 Μέντορ , ἄμυνον ἀρήν , μνῆσαι δʹ ἑτάροιο φίλοιο ,
22.209 ὅς σʹ ἀγαθὰ ῥέζεσκον · ὁμηλικίην δέ μοί ἐσσι .
22.210 ὣς φάτʹ , ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην .
22.211 μνηστῆρες δʹ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι ·
22.212 πρῶτος τήν γʹ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος ·
22.213 Μέντορ , μή σʹ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς
22.214 μνηστήρεσσι μάχεσθαι , ἀμυνέμεναι δέ οἱ αὐτῷ .
22.215 ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω ·
22.216 ὁππότε κεν τούτους κτέωμεν , πατέρʹ ἠδὲ καὶ υἱόν ,
22.217 ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι , οἷα μενοινᾷς
22.218 ἔρδειν ἐν μεγάροις · σῷ δʹ αὐτοῦ κράατι τίσεις .
22.219 αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ ,
22.220 κτήμαθʹ ὁπόσσα τοί ἐστι , τά τʹ ἔνδοθι καὶ τὰ θύρηφι ,
22.221 τοῖσιν Ὀδυσσῆος μεταμίξομεν · οὐδέ τοι υἷας
22.222 ζώειν ἐν μεγάροισιν ἐάσομεν , οὐδέ θύγατρας
22.223 οὐδʹ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν .
22.224 ὣς φάτʹ , Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον ,
22.225 νείκεσσεν δʹ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν ·
22.226 οὐκέτι σοί γʹ , Ὀδυσεῦ , μένος ἔμπεδον οὐδέ τις ἀλκή
22.227 οἵη ὅτʹ ἀμφʹ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ ,
22.228 εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί ,
22.229 πολλοὺς δʹ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι ,
22.230 σῇ δʹ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια .