22.29 καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʹ ἄριστος
22.30 κούρων εἰν Ἰθάκῃ · τῷ σʹ ἐνθάδε γῦπες ἔδονται .
22.31 ἴσκεν ἕκαστος ἀνήρ , ἐπεὶ φάσαν οὐκ ἐθέλοντα
22.32 ἄνδρα κατακτεῖναι · τὸ δὲ νήπιοι οὐκ ἐνόησαν ,
22.33 ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʹ ἐφῆπτο .
22.34 τοὺς δʹ ἄρʹ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς ·
22.35 κύνες , οὔ μʹ ἔτʹ ἐφάσκεθʹ ὑπότροπον οἴκαδʹ ἱκέσθαι
22.36 δήμου ἄπο Τρώων , ὅτι μοι κατεκείρετε οἶκον ,
22.37 δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως ,
22.38 αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα ,
22.39 οὔτε θεοὺς δείσαντες , οἳ οὐρανὸν εὐρὺν ἔχουσιν ,
22.40 οὔτε τινʹ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι ·
22.41 νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʹ ἐφῆπται .
22.42 ὣς φάτο , τοὺς δʹ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν ·
22.43 πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον .
22.44 Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν ·
22.45 εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας ,
22.46 ταῦτα μὲν αἴσιμα εἶπας , ὅσα ῥέζεσκον Ἀχαιοί ,
22.47 πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα , πολλὰ δʹ ἐπʹ ἀγροῦ .
22.48 ἀλλʹ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων ,
22.49 Ἀντίνοος · οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα ,
22.50 οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων ,
22.51 ἀλλʹ ἄλλα φρονέων , τά οἱ οὐκ ἐτέλεσσε Κρονίων ,
22.52 ὄφρʹ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι
22.53 αὐτός , ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας .
22.54 νῦν δʹ μὲν ἐν μοίρῃ πέφαται , σὺ δὲ φείδεο λαῶν
22.55 σῶν · ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον ,
22.56 ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι ,
22.57 τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος ,