22.1 αὐτὰρ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς ,
22.2 ἆλτο δʹ ἐπὶ μέγαν οὐδόν , ἔχων βιὸν ἠδὲ φαρέτρην
22.3 ἰῶν ἐμπλείην , ταχέας δʹ ἐκχεύατʹ ὀϊστοὺς
22.4 αὐτοῦ πρόσθε ποδῶν , μετὰ δὲ μνηστῆρσιν ἔειπεν ·
22.5 οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται ·
22.6 νῦν αὖτε σκοπὸν ἄλλον , ὃν οὔ πώ τις βάλεν ἀνήρ ,
22.7 εἴσομαι , αἴ κε τύχωμι , πόρῃ δέ μοι εὖχος Ἀπόλλων .
22.8 καὶ ἐπʹ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν .
22.9 τοι καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε ,
22.10 χρύσεον ἄμφωτον , καὶ δὴ μετὰ χερσὶν ἐνώμα ,
22.11 ὄφρα πίοι οἴνοιο · φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
22.12 μέμβλετο · τίς κʹ οἴοιτο μετʹ ἀνδράσι δαιτυμόνεσσι
22.13 μοῦνον ἐνὶ πλεόνεσσι , καὶ εἰ μάλα καρτερὸς εἴη ,
22.14 οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν ;
22.15 τὸν δʹ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ ,
22.16 ἀντικρὺ δʹ ἁπαλοῖο διʹ αὐχένος ἤλυθʹ ἀκωκή .
22.17 ἐκλίνθη δʹ ἑτέρωσε , δέπας δέ οἱ ἔκπεσε χειρὸς
22.18 βλημένου , αὐτίκα δʹ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
22.19 αἵματος ἀνδρομέοιο · θοῶς δʹ ἀπὸ εἷο τράπεζαν
22.20 ὦσε ποδὶ πλήξας , ἀπὸ δʹ εἴδατα χεῦεν ἔραζε ·
22.21 σῖτός τε κρέα τʹ ὀπτὰ φορύνετο . τοὶ δʹ ὁμάδησαν
22.22 μνηστῆρες κατὰ δώμαθʹ , ὅπως ἴδον ἄνδρα πεσόντα ,
22.23 ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα ,
22.24 πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους ·
22.25 οὐδέ πη ἀσπὶς ἔην οὐδʹ ἄλκιμον ἔγχος ἑλέσθαι .
22.26 νείκειον δʹ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι ·
22.27 ξεῖνε , κακῶς ἀνδρῶν τοξάζεαι · οὐκέτʹ ἀέθλων
22.28 ἄλλων ἀντιάσεις · νῦν τοι σῶς αἰπὺς ὄλεθρος .