21.264 ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα ·
21.265 ἠῶθεν δὲ κέλεσθε Μελάνθιον , αἰπόλον αἰγῶν ,
21.266 αἶγας ἄγειν , αἳ πᾶσι μέγʹ ἔξοχοι αἰπολίοισιν ,
21.267 ὄφρʹ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ
21.268 τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον .
21.269 ὣς ἔφατʹ Ἀντίνοος , τοῖσιν δʹ ἐπιήνδανε μῦθος .
21.270 τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν ,
21.271 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο ,
21.272 νώμησαν δʹ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν .
21.273 οἱ δʹ ἐπεὶ οὖν σπεῖσάν τʹ ἔπιόν θʹ ὅσον ἤθελε θυμός ,
21.274 τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς ·
21.275 κέκλυτέ μευ , μνηστῆρες ἀγακλειτῆς βασιλείης ·
21.276 ὄφρʹ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει ·
21.277 Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα
21.278 λίσσομʹ , ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε ,
21.279 νῦν μὲν παῦσαι τόξον , ἐπιτρέψαι δὲ θεοῖσιν ·
21.280 ἠῶθεν δὲ θεὸς δώσει κράτος κʹ ἐθέλῃσιν .
21.281 ἀλλʹ ἄγʹ ἐμοὶ δότε τόξον ἐΰξοον , ὄφρα μεθʹ ὑμῖν
21.282 χειρῶν καὶ σθένεος πειρήσομαι , μοι ἔτʹ ἐστὶν
21.283 ἴς , οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν ,
21.284 ἤδη μοι ὄλεσσεν ἄλη τʹ ἀκομιστίη τε .
21.285 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν ,
21.286 δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν .
21.287 Ἀντίνοος δʹ ἐνένιπεν ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζεν ·
21.288 δειλὲ ξείνων , ἔνι τοι φρένες οὐδʹ ἠβαιαί ·
21.289 οὐκ ἀγαπᾷς ἕκηλος ὑπερφιάλοισι μεθʹ ἡμῖν
21.290 δαίνυσαι , οὐδέ τι δαιτὸς ἀμέρδεαι , αὐτὰρ ἀκούεις
21.291 μύθων ἡμετέρων καὶ ῥήσιος ; οὐδέ τις ἄλλος
21.292 ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει .
21.293 οἶνός σε τρώει μελιηδής , ὅς τε καὶ ἄλλους