21.294 βλάπτει , ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʹ αἴσιμα πίνῃ .
21.295 οἶνος καὶ Κένταυρον , ἀγακλυτὸν Εὐρυτίωνα ,
21.296 ἄασʹ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο ,
21.297 ἐς Λαπίθας ἐλθόνθʹ · δʹ ἐπεὶ φρένας ἄασεν οἴνῳ ,
21.298 μαινόμενος κάκʹ ἔρεξε δόμον κάτα Πειριθόοιο ·
21.299 ἥρωας δʹ ἄχος εἷλε , διὲκ προθύρου δὲ θύραζε
21.300 ἕλκον ἀναΐξαντες , ἀπʹ οὔατα νηλέϊ χαλκῷ
21.301 ῥῖνάς τʹ ἀμήσαντες · δὲ φρεσὶν ᾗσιν ἀασθεὶς
21.302 ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ .
21.303 ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη ,
21.304 οἷ δʹ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων .
21.305 ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι , αἴ κε τὸ τόξον
21.306 ἐντανύσῃς · οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις
21.307 ἡμετέρῳ ἐνὶ δήμῳ , ἄφαρ δέ σε νηῒ μελαίνῃ
21.308 εἰς Ἔχετον βασιλῆα , βροτῶν δηλήμονα πάντων ,
21.309 πέμψομεν · ἔνθεν δʹ οὔ τι σαώσεαι · ἀλλὰ ἕκηλος
21.310 πῖνέ τε , μηδʹ ἐρίδαινε μετʹ ἀνδράσι κουροτέροισιν .
21.311 τὸν δʹ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
21.312 Ἀντίνοʹ , οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
21.313 ξείνους Τηλεμάχου , ὅς κεν τάδε δώμαθʹ ἵκηται ·
21.314 ἔλπεαι , αἴ χʹ ξεῖνος Ὀδυσσῆος μέγα τόξον
21.315 ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας ,
21.316 οἴκαδέ μʹ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν ;
21.317 οὐδʹ αὐτός που τοῦτό γʹ ἐνὶ στήθεσσιν ἔολπε ·
21.318 μηδέ τις ὑμείων τοῦ γʹ εἵνεκα θυμὸν ἀχεύων
21.319 ἐνθάδε δαινύσθω , ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν .
21.320 τὴν δʹ αὖτʹ Εὐρύμαχος , Πολύβου πάϊς , ἀντίον ηὔδα ·
21.321 κούρη Ἰκαρίοιο , περίφρον Πηνελόπεια ,
21.322 οὔ τί σε τόνδʹ ἄξεσθαι ὀϊόμεθʹ · οὐδὲ ἔοικεν ·