21.236 κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας ,
21.237 ἢν δέ τις στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
21.238 ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι , μή τι θύραζε
21.239 προβλώσκειν , ἀλλʹ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ .
21.240 σοὶ δέ , Φιλοίτιε δῖε , θύρας ἐπιτέλλομαι αὐλῆς
21.241 κληῗσαι κληῗδι , θοῶς δʹ ἐπὶ δεσμὸν ἰῆλαι .
21.242 ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας ·
21.243 ἕζετʹ ἔπειτʹ ἐπὶ δίφρον ἰών , ἔνθεν περ ἀνέστη ·
21.244 ἐς δʹ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος .
21.245 Εὐρύμαχος δʹ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα ,
21.246 θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός · ἀλλά μιν οὐδʹ ὣς
21.247 ἐντανύσαι δύνατο , μέγα δʹ ἔστενε κυδάλιμον κῆρ ·
21.248 ὀχθήσας δʹ ἄρα εἶρος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζεν ·
21.249 πόποι , μοι ἄχος περί τʹ αὐτοῦ καὶ περὶ πάντων ·
21.250 οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι , ἀχνύμενός περ ·
21.251 εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες , αἱ μὲν ἐν αὐτῇ
21.252 ἀμφιάλῳ Ἰθάκῃ , αἱ δʹ ἄλλῃσιν πολίεσσιν ·
21.253 ἀλλʹ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν
21.254 ἀντιθέου Ὀδυσῆος , τʹ οὐ δυνάμεσθα τανύσσαι
21.255 τόξον · ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι .
21.256 τὸν δʹ αὖτʹ Ἀντίνοος προσέφη , Εὐπείθεος υἱός ·
21.257 Εὐρύμαχʹ , οὐχ οὕτως ἔσται · νοέεις δὲ καὶ αὐτός .
21.258 νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο
21.259 ἁγνή · τίς δέ κε τόξα τιταίνοιτʹ ; ἀλλὰ ἕκηλοι
21.260 κάτθετʹ · ἀτὰρ πελέκεάς γε καὶ εἴ κʹ εἰῶμεν ἅπαντας
21.261 ἑστάμεν · οὐ μὲν γάρ τινʹ ἀναιρήσεσθαι ὀΐω ,
21.262 ἐλθόντʹ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος .
21.263 ἀλλʹ ἄγετʹ , οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν ,