21.206 ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν ·
21.207 ἔνδον μὲν δὴ ὅδʹ αὐτὸς ἐγώ , κακὰ πολλὰ μογήσας
21.208 ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν .
21.209 γιγνώσκω δʹ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
21.210 οἴοισι δμώων · τῶν δʹ ἄλλων οὔ τευ ἄκουσα
21.211 εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʹ ἱκέσθαι .
21.212 σφῶϊν δʹ , ὡς ἔσεταί περ , ἀληθείην καταλέξω .
21.213 εἴ χʹ ὑπʹ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς ,
21.214 ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʹ ὀπάσσω
21.215 οἰκία τʹ ἐγγὺς ἐμεῖο τετυγμένα · καί μοι ἔπειτα
21.216 Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον .
21.217 εἰ δʹ ἄγε δή , καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω ,
21.218 ὄφρα μʹ ἐῢ γνῶτον πιστωθῆτόν τʹ ἐνὶ θυμῷ ,
21.219 οὐλήν , τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
21.220 Παρνησόνδʹ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο .
21.221 ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς .
21.222 τὼ δʹ ἐπεὶ εἰσιδέτην εὖ τʹ ἐφράσσαντο ἕκαστα ,
21.223 κλαῖον ἄρʹ ἀμφʹ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε ,
21.224 καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
21.225 ὣς δʹ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε .
21.226 καί νύ κʹ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο ,
21.227 εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε ·
21.228 παύεσθον κλαυθμοῖο γόοιό τε , μή τις ἴδηται
21.229 ἐξελθὼν μεγάροιο , ἀτὰρ εἴπῃσι καὶ εἴσω .
21.230 ἀλλὰ προμνηστῖνοι ἐσέλθετε , μηδʹ ἅμα πάντες ,
21.231 πρῶτος ἐγώ , μετὰ δʹ ὔμμες · ἀτὰρ τόδε σῆμα τετύχθω ·
21.232 ἄλλοι μὲν γὰρ πάντες , ὅσοι μνηστῆρες ἀγαυοί ,
21.233 οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην ·
21.234 ἀλλὰ σύ , δῖʹ Εὔμαιε , φέρων ἀνὰ δώματα τόξον
21.235 ἐν χείρεσσιν ἐμοὶ θέμεναι , εἰπεῖν τε γυναιξὶ