21.149 στῆ δʹ ἄρʹ ἐπʹ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν ,
21.150 οὐδέ μιν ἐντάνυσε · πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
21.151 ἀτρίπτους ἁπαλάς · μετὰ δὲ μνηστῆρσιν ἔειπεν ·
21.152 φίλοι , οὐ μὲν ἐγὼ τανύω , λαβέτω δὲ καὶ ἄλλος .
21.153 πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
21.154 θυμοῦ καὶ ψυχῆς , ἐπεὶ πολὺ φέρτερόν ἐστι
21.155 τεθνάμεν ζώοντας ἁμαρτεῖν , οὗθʹ ἕνεκʹ αἰεὶ
21.156 ἐνθάδʹ ὁμιλέομεν , ποτιδέγμενοι ἤματα πάντα .
21.157 νῦν μέν τις καὶ ἔλπετʹ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ
21.158 γῆμαι Πηνελόπειαν , Ὀδυσσῆος παράκοιτιν .
21.159 αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται ,
21.160 ἄλλην δή τινʹ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων
21.161 μνάσθω ἐέδνοισιν διζήμενος · δέ κʹ ἔπειτα
21.162 γήμαιθʹ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι .
21.163 ὣς ἄρʹ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε ,
21.164 κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν ,
21.165 αὐτοῦ δʹ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ ,
21.166 ἂψ δʹ αὖτις κατʹ ἄρ ἕζετʹ ἐπὶ θρόνου ἔνθεν ἀνέστη .
21.167 Ἀντίνοος δʹ ἐνένιπεν ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζε ·
21.168 λειῶδες , ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων ,
21.169 δεινόν τʹ ἀργαλέον τε , νεμεσσῶμαι δέ τʹ ἀκούων
21.170 εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει
21.171 θυμοῦ καὶ ψυχῆς , ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι .
21.172 οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ
21.173 οἷόν τε ῥυτῆρα βιοῦ τʹ ἔμεναι καὶ ὀϊστῶν ·
21.174 ἀλλʹ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί .
21.175 ὣς φάτο , καί ῥʹ ἐκέλευσε Μελάνθιον , αἰπόλον αἰγῶν ·
21.176 ἄγρει δή , πῦρ κῆον ἐνὶ μεγάροισι , Μελανθεῦ ,