21.92 ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι .
21.93 οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν
21.94 οἷος Ὀδυσσεὺς ἔσκεν · ἐγὼ δέ μιν αὐτὸς ὄπωπα ,
21.95 καὶ γὰρ μνήμων εἰμί , πάϊς δʹ ἔτι νήπιος ἦα .
21.96 ὣς φάτο , τῷ δʹ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
21.97 νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου .
21.98 τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν
21.99 ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος , ὃν τότʹ ἀτίμα
21.100 ἥμενος ἐν μεγάροις , ἐπὶ δʹ ὤρνυε πάντας ἑταίρους .
21.101 τοῖσι δὲ καὶ μετέειφʹ ἱερὴ ἲς Τηλεμάχοιο ·
21.102 πόποι , μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων ·
21.103 μήτηρ μέν μοί φησι φίλη , πινυτή περ ἐοῦσα ,
21.104 ἄλλῳ ἅμʹ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα ·
21.105 αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ .
21.106 ἀλλʹ ἄγετε , μνηστῆρες , ἐπεὶ τόδε φαίνετʹ ἄεθλον ,
21.107 οἵη νῦν οὐκ ἔστι γυνὴ κατʹ Ἀχαιΐδα γαῖαν ,
21.108 οὔτε Πύλου ἱερῆς οὔτʹ Ἄργεος οὔτε Μυκήνης ·
21.109 οὔτʹ αὐτῆς Ἰθάκης οὔτʹ ἠπείροιο μελαίνης ·
21.110 καὶ δʹ αὐτοὶ τόδε γʹ ἴστε · τί με χρὴ μητέρος αἴνου ;
21.111 ἀλλʹ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʹ ἔτι τόξου
21.112 δηρὸν ἀποτρωπᾶσθε τανυστύος , ὄφρα ἴδωμεν .
21.113 καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην ·
21.114 εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου ,
21.115 οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ
21.116 λείποι ἅμʹ ἄλλῳ ἰοῦσʹ , ὅτʹ ἐγὼ κατόπισθε λιποίμην
21.117 οἷός τʹ ἤδη πατρὸς ἀέθλια κάλʹ ἀνελέσθαι .
21.118 καὶ ἀπʹ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
21.119 ὀρθὸς ἀναΐξας , ἀπὸ δὲ ξίφος ὀξὺ θέτʹ ὤμων .
21.120 πρῶτον μὲν πελέκεας στῆσεν , διὰ τάφρον ὀρύξας