21.61 τῇ δʹ ἄρʹ ἅμʹ ἀμφίπολοι φέρον ὄγκιον , ἔνθα σίδηρος
21.62 κεῖτο πολὺς καὶ χαλκός , ἀέθλια τοῖο ἄνακτος .
21.63 δʹ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν ,
21.64 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο ,
21.65 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα .
21.66 ἀμφίπολος δʹ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη .
21.67 αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον ·
21.68 κέκλυτέ μευ , μνηστῆρες ἀγήνορες , οἳ τόδε δῶμα
21.69 ἐχράετʹ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ
21.70 ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον · οὐδέ τινʹ ἄλλην
21.71 μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε ,
21.72 ἀλλʹ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα .
21.73 ἀλλʹ ἄγετε , μνηστῆρες , ἐπεὶ τόδε φαίνετʹ ἄεθλον .
21.74 θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο ·
21.75 ὃς δέ κε ῥηΐτατʹ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
21.76 καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων ,
21.77 τῷ κεν ἅμʹ ἑσποίμην , νοσφισσαμένη τόδε δῶμα
21.78 κουρίδιον , μάλα καλόν , ἐνίπλειον βιότοιο ,
21.79 τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ .
21.80 ὣς φάτο , καί ῥʹ Εὔμαιον ἀνώγει , δῖον ὑφορβόν ,
21.81 τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον .
21.82 δακρύσας δʹ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε ·
21.83 κλαῖε δὲ βουκόλος ἄλλοθʹ , ἐπεὶ ἴδε τόξον ἄνακτος .
21.84 Ἀντίνοος δʹ ἐνένιπεν ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζε ·
21.85 νήπιοι ἀγροιῶται , ἐφημέρια φρονέοντες ,
21.86 δειλώ , τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
21.87 θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον ; τε καὶ ἄλλως
21.88 κεῖται ἐν ἄλγεσι θυμός , ἐπεὶ φίλον ὤλεσʹ ἀκοίτην .
21.89 ἀλλʹ ἀκέων δαίνυσθε καθήμενοι , ἠὲ θύραζε
21.90 κλαίετον ἐξελθόντε , κατʹ αὐτόθι τόξα λιπόντε ,
21.91 μνηστήρεσσιν ἄεθλον ἀάατον · οὐ γὰρ ὀΐω