21.32 τὸ πρὶν μέν ῥʹ ἐφόρει μέγας Εὔρυτος , αὐτὰρ παιδὶ
21.33 κάλλιπʹ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι .
21.34 τῷ δʹ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν ,
21.35 ἀρχὴν ξεινοσύνης προσκηδέος · οὐδὲ τραπέζῃ
21.36 γνώτην ἀλλήλων · πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν
21.37 Ἴφιτον Εὐρυτίδην , ἐπιείκελον ἀθανάτοισιν ,
21.38 ὅς οἱ τόξον ἔδωκε . τὸ δʹ οὔ ποτε δῖος Ὀδυσσεὺς
21.39 ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν
21.40 ᾑρεῖτʹ , ἀλλʹ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο
21.41 κέσκετʹ ἐνὶ μεγάροισι , φόρει δέ μιν ἧς ἐπὶ γαίης .
21.42 δʹ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν
21.43 οὐδόν τε δρύϊνον προσεβήσετο , τόν ποτε τέκτων
21.44 ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν ,
21.45 ἐν δὲ σταθμοὺς ἄρσε , θύρας δʹ ἐπέθηκε φαεινάς ,
21.46 αὐτίκʹ ἄρʹ γʹ ἱμάντα θοῶς ἀπέλυσε κορώνης ,
21.47 ἐν δὲ κληῗδʹ ἧκε , θυρέων δʹ ἀνέκοπτεν ὀχῆας
21.48 ἄντα τιτυσκομένη · τὰ δʹ ἀνέβραχεν ἠΰτε ταῦρος
21.49 βοσκόμενος λειμῶνι · τόσʹ ἔβραχε καλὰ θύρετρα
21.50 πληγέντα κληΐδι , πετάσθησαν δέ οἱ ὦκα .
21.51 δʹ ἄρʹ ἐφʹ ὑψηλῆς σανίδος βῆ · ἔνθα δὲ χηλοὶ
21.52 ἕστασαν , ἐν δʹ ἄρα τῇσι θυώδεα εἵματʹ ἔκειτο .
21.53 ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
21.54 αὐτῷ γωρυτῷ , ὅς οἱ περίκειτο φαεινός .
21.55 ἑζομένη δὲ κατʹ αὖθι , φίλοις ἐπὶ γούνασι θεῖσα ,
21.56 κλαῖε μάλα λιγέως , ἐκ δʹ ᾕρεε τόξον ἄνακτος .
21.57 δʹ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο ,
21.58 βῆ ῥʹ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς
21.59 τόξον ἔχουσʹ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
21.60 ἰοδόκον · πολλοὶ δʹ ἔνεσαν στονόεντες ὀϊστοί .