20.351 δειλοί , τί κακὸν τόδε πάσχετε ; νυκτὶ μὲν ὑμέων
20.352 εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα .
20.353 οἰμωγὴ δὲ δέδηε , δεδάκρυνται δὲ παρειαί ,
20.354 αἵματι δʹ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι ·
20.355 εἰδώλων δὲ πλέον πρόθυρον , πλείη δὲ καὶ αὐλή ,
20.356 ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον · ἠέλιος δὲ
20.357 οὐρανοῦ ἐξαπόλωλε , κακὴ δʹ ἐπιδέδρομεν ἀχλύς .
20.358 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ἐπʹ αὐτῷ ἡδὺ γέλασσαν .
20.359 τοῖσιν δʹ Εὐρύμαχος , Πολύβου πάϊς , ἦρχʹ ἀγορεύειν ·
20.360 ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς .
20.361 ἀλλά μιν αἶψα , νέοι , δόμου ἐκπέμψασθε θύραζε
20.362 εἰς ἀγορὴν ἔρχεσθαι , ἐπεὶ τάδε νυκτὶ ἐΐσκει .
20.363 τὸν δʹ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής ·
20.364 Εὐρύμαχʹ , οὔ τί σʹ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν ·
20.365 εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω
20.366 καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής .
20.367 τοῖς ἔξειμι θύραζε , ἐπεὶ νοέω κακὸν ὔμμιν
20.368 ἐρχόμενον , τό κεν οὔ τις ὑπεκφύγοι οὐδʹ ἀλέαιτο
20.369 μνηστήρων , οἳ δῶμα κάτʹ ἀντιθέου Ὀδυσῆος
20.370 ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε .
20.371 ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων ,
20.372 ἵκετο δʹ ἐς Πείραιον , μιν πρόφρων ὑπέδεκτο .
20.373 μνηστῆρες δʹ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
20.374 Τηλέμαχον ἐρέθιζον , ἐπὶ ξείνοις γελόωντες ·
20.375 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων ·
20.376 Τηλέμαχʹ , οὔ τις σεῖο κακοξεινώτερος ἄλλος ·
20.377 οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην ,
20.378 σίτου καὶ οἴνου κεχρημένον , οὐδέ τι ἔργων
20.379 ἔμπαιον οὐδὲ βίης , ἀλλʹ αὔτως ἄχθος ἀρούρης .
20.380 ἄλλος δʹ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι .