20.322 φίλοι , οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
20.323 ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι ·
20.324 μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʹ ἄλλον
20.325 δμώων , οἳ κατὰ δώματʹ Ὀδυσσῆος θείοιο .
20.326 Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
20.327 ἤπιον , εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν .
20.328 ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
20.329 νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε ,
20.330 τόφρʹ οὔ τις νέμεσις μενέμεν τʹ ἦν ἰσχέμεναί τε
20.331 μνηστῆρας κατὰ δώματʹ , ἐπεὶ τόδε κέρδιον ἦεν ,
20.332 εἰ νόστησʹ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα ·
20.333 νῦν δʹ ἤδη τόδε δῆλον , τʹ οὐκέτι νόστιμός ἐστιν .
20.334 ἀλλʹ ἄγε , σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον ,
20.335 γήμασθʹ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν ,
20.336 ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι ,
20.337 ἔσθων καὶ πίνων , δʹ ἄλλου δῶμα κομίζῃ .
20.338 τὸν δʹ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
20.339 οὐ μὰ Ζῆνʹ , Ἀγέλαε , καὶ ἄλγεα πατρὸς ἐμοῖο ,
20.340 ὅς που τῆλʹ Ἰθάκης ἔφθιται ἀλάληται ,
20.341 οὔ τι διατρίβω μητρὸς γάμον , ἀλλὰ κελεύω
20.342 γήμασθʹ κʹ ἐθέλῃ , ποτὶ δʹ ἄσπετα δῶρα δίδωμι .
20.343 αἰδέομαι δʹ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
20.344 μύθῳ ἀναγκαίῳ · μὴ τοῦτο θεὸς τελέσειεν .
20.345 ὣς φάτο Τηλέμαχος · μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
20.346 ἄσβεστον γέλω ὦρσε , παρέπλαγξεν δὲ νόημα .
20.347 οἱ δʹ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν ,
20.348 αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον · ὄσσε δʹ ἄρα σφέων
20.349 δακρυόφιν πίμπλαντο , γόον δʹ ὠΐετο θυμός .
20.350 τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής ·