20.293 μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι , ὡς ἐπέοικεν ,
20.294 ἴσην · οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
20.295 ξείνους Τηλεμάχου , ὅς κεν τάδε δώμαθʹ ἵκηται .
20.296 ἀλλʹ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον , ὄφρα καὶ αὐτὸς
20.297 ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
20.298 δμώων , οἳ κατὰ δώματʹ Ὀδυσσῆος θείοιο .
20.299 ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ .
20.300 κείμενον ἐκ κανέοιο λαβών · δʹ ἀλεύατʹ Ὀδυσσεὺς
20.301 ἦκα παρακλίνας κεφαλήν , μείδησε δὲ θυμῷ
20.302 σαρδάνιον μάλα τοῖον · δʹ εὔδμητον βάλε τοῖχον .
20.303 Κτήσιππον δʹ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ ·
20.304 Κτήσιππʹ , μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ ·
20.305 οὐκ ἔβαλες τὸν ξεῖνον · ἀλεύατο γὰρ βέλος αὐτός .
20.306 γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι ,
20.307 καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο
20.308 ἐνθάδε . τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ
20.309 φαινέτω · ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα ,
20.310 ἐσθλά τε καὶ τὰ χέρηα · πάρος δʹ ἔτι νήπιος ἦα .
20.311 ἀλλʹ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες ,
20.312 μήλων σφαζομένων οἴνοιό τε πινομένοιο
20.313 καὶ σίτου · χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς .
20.314 ἀλλʹ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες ·
20.315 εἰ δʹ ἤδη μʹ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ ,
20.316 καί κε τὸ βουλοίμην , καί κεν πολὺ κέρδιον εἴη
20.317 τεθνάμεν τάδε γʹ αἰὲν ἀεικέα ἔργʹ ὁράασθαι ,
20.318 ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
20.319 ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά .
20.320 ὣς ἔφαθʹ , οἱ δʹ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ ·
20.321 ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος ·