20.233 σοῖσιν δʹ ὀφθαλμοῖσιν ἐπόψεαι , αἴ κʹ ἐθέλῃσθα ,
20.234 κτεινομένους μνηστῆρας , οἳ ἐνθάδε κοιρανέουσιν .
20.235 τὸν δʹ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ ·
20.236 αἲ γὰρ τοῦτο , ξεῖνε , ἔπος τελέσειε Κρονίων ·
20.237 γνοίης χʹ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται .
20.238 ὣς δʹ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι
20.239 νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε .
20.240 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον ,
20.241 μνηστῆρες δʹ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε
20.242 ἤρτυον · αὐτὰρ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις ,
20.243 αἰετὸς ὑψιπέτης , ἔχε δὲ τρήρωνα πέλειαν .
20.244 τοῖσιν δʹ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν ·
20.245 φίλοι , οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή ,
20.246 Τηλεμάχοιο φόνος · ἀλλὰ μνησώμεθα δαιτός .
20.247 ὣς ἔφατʹ Ἀμφίνομος , τοῖσιν δʹ ἐπιήνδανε μῦθος .
20.248 ἐλθόντες δʹ ἐς δώματʹ Ὀδυσσῆος θείοιο
20.249 χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε ,
20.250 οἱ δʹ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας ,
20.251 ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην ·
20.252 σπλάγχνα δʹ ἄρʹ ὀπτήσαντες ἐνώμων , ἐν δέ τε οἶνον
20.253 κρητῆρσιν κερόωντο · κύπελλα δὲ νεῖμε συβώτης .
20.254 σῖτον δέ σφʹ ἐπένειμε Φιλοίτιος , ὄρχαμος ἀνδρῶν ,
20.255 καλοῖς ἐν κανέοισιν , ἐῳνοχόει δὲ Μελανθεύς .
20.256 οἱ δʹ ἐπʹ ὀνείαθʹ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον .
20.257 Τηλέμαχος δʹ Ὀδυσῆα καθίδρυε , κέρδεα νωμῶν ,
20.258 ἐντὸς ἐϋσταθέος μεγάρου , παρὰ λάϊνον οὐδόν ,
20.259 δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν ·
20.260 πὰρ δʹ ἐτίθει σπλάγχνων μοίρας , ἐν δʹ οἶνον ἔχευεν
20.261 ἐν δέπαϊ χρυσέῳ , καί μιν πρὸς μῦθον ἔειπεν ·
20.262 ἐνταυθοῖ νῦν ἧσο μετʹ ἀνδράσιν οἰνοποτάζων ·