20.203 μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν .
20.204 ἴδιον , ὡς ἐνόησα , δεδάκρυνται δέ μοι ὄσσε
20.205 μνησαμένῳ Ὀδυσῆος , ἐπεὶ καὶ κεῖνον ὀΐω
20.206 τοιάδε λαίφεʹ ἔχοντα κατʹ ἀνθρώπους ἀλάλησθαι ,
20.207 εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο .
20.208 εἰ δʹ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν ,
20.209 μοι ἔπειτʹ Ὀδυσῆος ἀμύμονος , ὅς μʹ ἐπὶ βουσὶν
20.210 εἷσʹ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ .
20.211 νῦν δʹ αἱ μὲν γίγνονται ἀθέσφατοι , οὐδέ κεν ἄλλως
20.212 ἀνδρί γʹ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων ·
20.213 τὰς δʹ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς
20.214 ἔδμεναι · οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν ,
20.215 οὐδʹ ὄπιδα τρομέουσι θεῶν · μεμάασι γὰρ ἤδη
20.216 κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος .
20.217 αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
20.218 πόλλʹ ἐπιδινεῖται · μάλα μὲν κακὸν υἷος ἐόντος
20.219 ἄλλων δῆμον ἱκέσθαι ἰόντʹ αὐτῇσι βόεσσιν ,
20.220 ἄνδρας ἐς ἀλλοδαπούς · τὸ δὲ ῥίγιον , αὖθι μένοντα
20.221 βουσὶν ἐπʹ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν .
20.222 καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων
20.223 ἐξικόμην φεύγων , ἐπεὶ οὐκέτʹ ἀνεκτὰ πέλονται ·
20.224 ἀλλʹ ἔτι τὸν δύστηνον ὀΐομαι , εἴ ποθεν ἐλθὼν
20.225 ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ .
20.226 τὸν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
20.227 βουκόλʹ , ἐπεὶ οὔτε κακῷ οὔτʹ ἄφρονι φωτὶ ἔοικας ,
20.228 γιγνώσκω δὲ καὶ αὐτὸς τοι πινυτὴ φρένας ἵκει ,
20.229 τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι ·
20.230 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα
20.231 ἱστίη τʹ Ὀδυσῆος ἀμύμονος , ἣν ἀφικάνω ,
20.232 σέθεν ἐνθάδʹ ἐόντος ἐλεύσεται οἴκαδʹ Ὀδυσσεύς ·