20.89 τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ · αὐτὰρ ἐμὸν κῆρ
20.90 χαῖρʹ , ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι , ἀλλʹ ὕπαρ ἤδη .
20.91 ὣς ἔφατʹ , αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς .
20.92 τῆς δʹ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς ·
20.93 μερμήριζε δʹ ἔπειτα , δόκησε δέ οἱ κατὰ θυμὸν
20.94 ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι .
20.95 χλαῖναν μὲν συνελὼν καὶ κώεα , τοῖσιν ἐνεῦδεν ,
20.96 ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου , ἐκ δὲ βοείην
20.97 θῆκε θύραζε φέρων , Διὶ δʹ εὔξατο χεῖρας ἀνασχών ·
20.98 Ζεῦ πάτερ , εἴ μʹ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
20.99 ἤγετʹ ἐμὴν ἐς γαῖαν , ἐπεί μʹ ἐκακώσατε λίην ,
20.100 φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
20.101 ἔνδοθεν , ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω .
20.102 ὣς ἔφατʹ εὐχόμενος · τοῦ δʹ ἔκλυε μητίετα Ζεύς ,
20.103 αὐτίκα δʹ ἐβρόντησεν ἀπʹ αἰγλήεντος Ὀλύμπου ,
20.104 ὑψόθεν ἐκ νεφέων · γήθησε δὲ δῖος Ὀδυσσεύς .
20.105 φήμην δʹ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
20.106 πλησίον , ἔνθʹ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν ,
20.107 τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες
20.108 ἄλφιτα τεύχουσαι καὶ ἀλείατα , μυελὸν ἀνδρῶν .
20.109 αἱ μὲν ἄρʹ ἄλλαι εὗδον , ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν ,
20.110 δὲ μίʹ οὔπω παύετʹ , ἀφαυροτάτη δʹ ἐτέτυκτο ·
20.111 ῥα μύλην στήσασα ἔπος φάτο , σῆμα ἄνακτι ·
20.112 Ζεῦ πάτερ , ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις ,
20.113 μεγάλʹ ἐβρόντησας ἀπʹ οὐρανοῦ ἀστερόεντος ,
20.114 οὐδέ ποθι νέφος ἐστί · τέρας νύ τεῳ τόδε φαίνεις .
20.115 κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος , ὅττι κεν εἴπω ·