20.58 κλαῖε δʹ ἄρʹ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν .
20.59 αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν ,
20.60 Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν ·
20.61 Ἄρτεμι , πότνα θεά , θύγατερ Διός , αἴθε μοι ἤδη
20.62 ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʹ ἐκ θυμὸν ἕλοιο
20.63 αὐτίκα νῦν , ἔπειτα μʹ ἀναρπάξασα θύελλα
20.64 οἴχοιτο προφέρουσα κατʹ ἠερόεντα κέλευθα ,
20.65 ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο .
20.66 ὡς δʹ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι ·
20.67 τῇσι τοκῆας μὲν φθῖσαν θεοί , αἱ δʹ ἐλίποντο
20.68 ὀρφαναὶ ἐν μεγάροισι , κόμισσε δὲ δῖʹ Ἀφροδίτη
20.69 τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ ·
20.70 Ἥρη δʹ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
20.71 εἶδος καὶ πινυτήν , μῆκος δʹ ἔπορʹ Ἄρτεμις ἁγνή ,
20.72 ἔργα δʹ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι .
20.73 εὖτʹ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον ,
20.74 κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο
20.75 ἐς Δία τερπικέραυνον , γάρ τʹ εὖ οἶδεν ἅπαντα ,
20.76 μοῖράν τʹ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων
20.77 τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
20.78 καί ῥʹ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν ·
20.79 ὣς ἔμʹ ἀϊστώσειαν Ὀλύμπια δώματʹ ἔχοντες ,
20.80 ἠέ μʹ ἐϋπλόκαμος βάλοι Ἄρτεμις , ὄφρʹ Ὀδυσῆα
20.81 ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην ,
20.82 μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα .
20.83 ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν , ὁππότε κέν τις
20.84 ἤματα μὲν κλαίῃ , πυκινῶς ἀκαχήμενος ἦτορ ,
20.85 νύκτας δʹ ὕπνος ἔχῃσιν γάρ τʹ ἐπέλησεν ἁπάντων ,
20.86 ἐσθλῶν ἠδὲ κακῶν , ἐπεὶ ἄρ βλέφαρʹ ἀμφικαλύψῃ
20.87 αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʹ ἐπέσσευεν κακὰ δαίμων .
20.88 τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ ,