20.31 οὐρανόθεν καταβᾶσα · δέμας δʹ ἤϊκτο γυναικί ·
20.32 στῆ δʹ ἄρʹ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε ·
20.33 τίπτʹ αὖτʹ ἐγρήσσεις , πάντων περὶ κάμμορε φωτῶν ;
20.34 οἶκος μέν τοι ὅδʹ ἐστί , γυνὴ δέ τοι ἥδʹ ἐνὶ οἴκῳ
20.35 καὶ , πάϊς , οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα .
20.36 τὴν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
20.37 ναὶ δὴ ταῦτά γε πάντα , θεά , κατὰ μοῖραν ἔειπες ·
20.38 ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει ,
20.39 ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω ,
20.40 μοῦνος ἐών · οἱ δʹ αἰὲν ἀολλέες ἔνδον ἔασι .
20.41 πρὸς δʹ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω ·
20.42 εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι ,
20.43 πῆ κεν ὑπεκπροφύγοιμι ; τά σε φράζεσθαι ἄνωγα .
20.44 τὸν δʹ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
20.45 σχέτλιε , καὶ μέν τίς τε χερείονι πείθεθʹ ἑταίρῳ ,
20.46 ὅς περ θνητός τʹ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν ·
20.47 αὐτὰρ ἐγὼ θεός εἰμι , διαμπερὲς σε φυλάσσω
20.48 ἐν πάντεσσι πόνοις . ἐρέω δέ τοι ἐξαναφανδόν ·
20.49 εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων
20.50 νῶϊ περισταῖεν , κτεῖναι μεμαῶτες Ἄρηϊ ,
20.51 καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα .
20.52 ἀλλʹ ἑλέτω σε καὶ ὕπνος · ἀνίη καὶ τὸ φυλάσσειν
20.53 πάννυχον ἐγρήσσοντα , κακῶν δʹ ὑποδύσεαι ἤδη .
20.54 ὣς φάτο , καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν ,
20.55 αὐτὴ δʹ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων .
20.56 εὖτε τὸν ὕπνος ἔμαρπτε , λύων μελεδήματα θυμοῦ ,
20.57 λυσιμελής , ἄλοχος δʹ ἄρʹ ἐπέγρετο κεδνὰ ἰδυῖα ·