20.1 αὐτὰρ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς ·
20.2 κὰμ μὲν ἀδέψητον βοέην στόρεσʹ , αὐτὰρ ὕπερθε
20.3 κώεα πόλλʹ ὀΐων , τοὺς ἱρεύεσκον Ἀχαιοί ·
20.4 Εὐρυνόμη δʹ ἄρʹ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι .
20.5 ἔνθʹ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ
20.6 κεῖτʹ ἐγρηγορόων · ταὶ δʹ ἐκ μεγάροιο γυναῖκες
20.7 ἤϊσαν , αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ ,
20.8 ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι .
20.9 τοῦ δʹ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι ·
20.10 πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν ,
20.11 ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ ,
20.12 ἔτʹ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
20.13 ὕστατα καὶ πύματα , κραδίη δέ οἱ ἔνδον ὑλάκτει .
20.14 ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
20.15 ἄνδρʹ ἀγνοιήσασʹ ὑλάει μέμονέν τε μάχεσθαι ,
20.16 ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα ·
20.17 στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ ·
20.18 τέτλαθι δή , κραδίη · καὶ κύντερον ἄλλο ποτʹ ἔτλης .
20.19 ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ
20.20 ἰφθίμους ἑτάρους · σὺ δʹ ἐτόλμας , ὄφρα σε μῆτις
20.21 ἐξάγαγʹ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι .
20.22 ὣς ἔφατʹ , ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ ·
20.23 τῷ δὲ μάλʹ ἐν πείσῃ κραδίη μένε τετληυῖα
20.24 νωλεμέως · ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα .
20.25 ὡς δʹ ὅτε γαστέρʹ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο ,
20.26 ἐμπλείην κνίσης τε καὶ αἵματος , ἔνθα καὶ ἔνθα
20.27 αἰόλλῃ , μάλα δʹ ὦκα λιλαίεται ὀπτηθῆναι ,
20.28 ὣς ἄρʹ γʹ ἔνθα καὶ ἔνθα ἑλίσσετο , μερμηρίζων
20.29 ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει
20.30 μοῦνος ἐὼν πολέσι . σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη