19.349 τὸν δʹ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
19.350 ξεῖνε φίλʹ · οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε
19.351 ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα ,
19.352 ὡς σὺ μάλʹ εὐφραδέως πεπνυμένα πάντʹ ἀγορεύεις ·
19.353 ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʹ ἔχουσα
19.354 κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʹ ἀτίταλλε ,
19.355 δεξαμένη χείρεσσʹ , ὅτε μιν πρῶτον τέκε μήτηρ ,
19.356 σε πόδας νίψει , ὀλιγηπελέουσά περ ἔμπης .
19.357 ἀλλʹ ἄγε νῦν ἀνστᾶσα , περίφρων Εὐρύκλεια ,
19.358 νίψον σοῖο ἄνακτος ὁμήλικα · καί που Ὀδυσσεὺς
19.359 ἤδη τοιόσδʹ ἐστὶ πόδας τοιόσδε τε χεῖρας ·
19.360 αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν .
19.361 ὣς ἄρʹ ἔφη , γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα ,
19.362 δάκρυα δʹ ἔκβαλε θερμά , ἔπος δʹ ὀλοφυδνὸν ἔειπεν ·
19.363 μοι ἐγὼ σέο , τέκνον , ἀμήχανος · σε περὶ Ζεὺς
19.364 ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα .
19.365 οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ
19.366 πίονα μηρίʹ ἔκηʹ οὐδʹ ἐξαίτους ἑκατόμβας ,
19.367 ὅσσα σὺ τῷ ἐδίδους , ἀρώμενος ἧος ἵκοιο
19.368 γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν ·
19.369 νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ .
19.370 οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες
19.371 ξείνων τηλεδαπῶν , ὅτε τευ κλυτὰ δώμαθʹ ἵκοιτο ,
19.372 ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι ,
19.373 τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʹ ἀλεείνων
19.374 οὐκ ἐάας νίζειν · ἐμὲ δʹ οὐκ ἀέκουσαν ἄνωγε
19.375 κούρη Ἰκαρίοιο , περίφρων Πηνελόπεια .
19.376 τῷ σε πόδας νίψω ἅμα τʹ αὐτῆς Πηνελοπείης
19.377 καὶ σέθεν εἵνεκʹ , ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς