19.319 ὥς κʹ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται .
19.320 ἠῶθεν δὲ μάλʹ ἦρι λοέσσαι τε χρῖσαί τε ,
19.321 ὥς κʹ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
19.322 ἥμενος ἐν μεγάρῳ · τῷ δʹ ἄλγιον ὅς κεν ἐκείνων
19.323 τοῦτον ἀνιάζῃ θυμοφθόρος · οὐδέ τι ἔργον
19.324 ἐνθάδʹ ἔτι πρήξει , μάλα περ κεχολωμένος αἰνῶς .
19.325 πῶς γὰρ ἐμεῦ σύ , ξεῖνε , δαήσεαι εἴ τι γυναικῶν
19.326 ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν ,
19.327 εἴ κεν ἀϋσταλέος , κακὰ εἱμένος ἐν μεγάροισιν
19.328 δαινύῃ ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν .
19.329 ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ ,
19.330 τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʹ ὀπίσσω
19.331 ζωῷ , ἀτὰρ τεθνεῶτί γʹ ἐφεψιόωνται ἅπαντες ·
19.332 ὃς δʹ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ ,
19.333 τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι
19.334 πάντας ἐπʹ ἀνθρώπους , πολλοί τέ μιν ἐσθλὸν ἔειπον .
19.335 τὴν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
19.336 γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος ,
19.337 τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
19.338 ἤχθεθʹ , ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
19.339 νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο ,
19.340 κείω δʹ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον ·
19.341 πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
19.342 ἄεσα καί τʹ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν .
19.343 οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
19.344 γίγνεται · οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
19.345 τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν ,
19.346 εἰ μή τις γρηῦς ἔστι παλαιή , κεδνὰ ἰδυῖα ,
19.347 τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʹ ἐγώ περ ·
19.348 τῇ δʹ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο .