19.378 κήδεσιν . ἀλλʹ ἄγε νῦν ξυνίει ἔπος , ὅττι κεν εἴπω ·
19.379 πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʹ ἵκοντο ,
19.380 ἀλλʹ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
19.381 ὡς σὺ δέμας φωνήν τε πόδας τʹ Ὀδυσῆϊ ἔοικας .
19.382 τὴν δʹ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
19.383 γρηῦ , οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν
19.384 ἡμέας ἀμφοτέρους , μάλα εἰκέλω ἀλλήλοιϊν
19.385 ἔμμεναι , ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʹ ἀγορεύεις .
19.386 ὣς ἄρʹ ἔφη , γρηῢς δὲ λέβηθʹ ἕλε παμφανόωντα
19.387 τοῦ πόδας ἐξαπένιζεν , ὕδωρ δʹ ἐνεχεύατο πουλὺ
19.388 ψυχρόν , ἔπειτα δὲ θερμὸν ἐπήφυσεν . αὐτὰρ Ὀδυσσεὺς
19.389 ἷζεν ἐπʹ ἐσχαρόφιν , ποτὶ δὲ σκότον ἐτράπετʹ αἶψα ·
19.390 αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο , μή λαβοῦσα
19.391 οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο .
19.392 νίζε δʹ ἄρʹ ἆσσον ἰοῦσα ἄναχθʹ ἑόν · αὐτίκα δʹ ἔγνω
19.393 οὐλήν , τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι
19.394 Παρνησόνδʹ ἐλθόντα μετʹ Αὐτόλυκόν τε καὶ υἷας ,
19.395 μητρὸς ἑῆς πάτερʹ ἐσθλόν , ὃς ἀνθρώπους ἐκέκαστο
19.396 κλεπτοσύνῃ θʹ ὅρκῳ τε · θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
19.397 Ἑρμείας · τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
19.398 ἀρνῶν ἠδʹ ἐρίφων · δέ οἱ πρόφρων ἅμʹ ὀπήδει .
19.399 Αὐτόλυκος δʹ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον
19.400 παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς ·
19.401 τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
19.402 παυομένῳ δόρποιο , ἔπος τʹ ἔφατʹ ἔκ τʹ ὀνόμαζεν ·
19.403 Αὐτόλυκʹ , αὐτὸς νῦν ὄνομʹ εὕρεο ὅττι κε θῆαι
19.404 παιδὸς παιδὶ φίλῳ · πολυάρητος δέ τοί ἐστιν .
19.405 τὴν δʹ αὖτʹ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε ·