19.117 μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
19.118 μνησαμένῳ μάλα δʹ εἰμὶ πολύστονος · οὐδέ τί με χρὴ
19.119 οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
19.120 ἧσθαι , ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί ·
19.121 μή τίς μοι δμῳῶν νεμεσήσεται , ἠὲ σύ γʹ αὐτή ,
19.122 φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ .
19.123 τὸν δʹ ἠμείβετʹ ἔπειτα περίφρων Πηνελόπεια ·
19.124 ξεῖνʹ , τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε
19.125 ὤλεσαν ἀθάνατοι , ὅτε Ἴλιον εἰσανέβαινον
19.126 Ἀργεῖοι , μετὰ τοῖσι δʹ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
19.127 εἰ κεῖνός γʹ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι ,
19.128 μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως .
19.129 νῦν δʹ ἄχομαι · τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων .
19.130 ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι ,
19.131 Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ ,
19.132 οἵ τʹ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται ,
19.133 οἵ μʹ ἀεκαζομένην μνῶνται , τρύχουσι δὲ οἶκον .
19.134 τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʹ ἱκετάων
19.135 οὔτε τι κηρύκων , οἳ δημιοεργοὶ ἔασιν ·
19.136 ἀλλʹ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ .
19.137 οἱ δὲ γάμον σπεύδουσιν · ἐγὼ δὲ δόλους τολυπεύω .
19.138 φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων ,
19.139 στησαμένῃ μέγαν ἱστόν , ἐνὶ μεγάροισιν ὑφαίνειν ,
19.140 λεπτὸν καὶ περίμετρον · ἄφαρ δʹ αὐτοῖς μετέειπον ·
19.141 κοῦροι , ἐμοὶ μνηστῆρες , ἐπεὶ θάνε δῖος Ὀδυσσεύς ,
19.142 μίμνετʹ ἐπειγόμενοι τὸν ἐμὸν γάμον , εἰς κε φᾶρος
19.143 ἐκτελέσω μή μοι μεταμώνια νήματʹ ὄληται
19.144 Λαέρτῃ ἥρωϊ ταφήϊον , εἰς ὅτε κέν μιν
19.145 μοῖρʹ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο ·
19.146 μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ ,